no image
DDbDP-text
Extracts from Court Records via HGV-meta
Extracts from court proceedings on Egyptian testamentary law. Extracts from court records from Oxyrhynchus, citing decisions of the prefect Sulpicius Similis under Trajan on Egyptian inheritance law. After consulting legal experts, the prefect ruled that an Egyptian could freely dispose of his estate by will and that a lapsed marriage-related agreement left the earlier arrangement in force. machine translation
Linked by Trismegistos ID
TM 16418.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
[…]…[…]…[…]…………[…]
[…]…μονο…κ[…]…[…]υσι κάλλιστόν ἐστιν αὐτοὺς
δικαιοδοτεῖν πρὸς τοὺς Αἰγυπτίων νόμους
ἐφʼ οἷς ἔξεστι καὶ μεταδιατίθεσθαι. καλῶς διέθετο ὁ τελευτήσας.
ἔτους ιβ θεοῦ Τραιανοῦ Παχὼν ιγ. Ἄρειος καὶ Σαραπίων
ἀμφότεροι Πτολεμαίου πρὸς Ἀθηνόδωρον καὶ
Ἀπολλώνιον· ἐκ τῶν ῥηθέντων· Σουλπίκιος
Σίμιλις πυθόμενος Ἀρτεμιδώρου τοῦ ἐξηγουμένου τοὺς νόμους περὶ τοῦ πράγματος
καὶ συνλαλήσας τοῖς συμβούλοις ἔφη· Αἰγύπτιος εἶχεν ἐξουσίαν καθὼς βούλεται διαθέσθαι.
ἔτους[…] θεοῦ Τραιανοῦ Τῦβι κ ἐπὶ τῶν κατὰ Τρύφωνα
πρὸς Διδ[…] μεθʼ ἕτερα· Σουλπίκιος Σίμιλις
συνλαλήσας τοῖς συνβούλοις καὶ ἀνακοινωσαμένος
Ἀρτεμιδώρῳ νομικῷ ἔφη· λέγεται …[…]…ονε…[…]
[…]… οὔτε ἡ γυνὴ ἐφʼ ἧς καινότερόν τι συνεφώνησεν
ὁ πατὴρ τοῦ γαμοῦντος οὔτε οἱ υἱοὶ αὐτῆς περίεισι
οἷς ἐδύνατο κατέχεσθαι τὰ κατὰ τὴν συμφωνίαν,
ἄκυρόν ἐστιν ἤδη τοῦτο τὸ γράμμα. ὁ δὲ νόμος ὡς λέγεται δίδωσιν ἐξουσίαν τῶι τὸ πανπράσιον οἰκονομήσαντι καὶ κατασχόντα τοῖς τέκνοις τὰ ἴδια ἐκλέξασθαι ἐξ αὐτῶν ἕνα καὶ κληρονόμων ποιῆσαι. οὐκουν
παραπεσούσης τῆς δευτέρας ἀσφαλείας εἰς τὴν προτέραν ἀνέκαμψεν τὸ δίκαιον. ἐξῆν αὐτῶ ὡς ἐβούλετο
διαθέσθαι κληρονόμους καταλιπόντι τοὺς παῖδας αὐτοῦ ἐφʼ οἷς ἐποιήσατο τὸ πανπράσιον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.