no image
DDbDP-text
Court proceedings over the will and estate of Pnepheros. Minutes of a court hearing in the Arsinoite nome, around AD 160, over the estate of Pnepheros, who died twelve years earlier. Advocates argue whether his sons inherited under a will or whether the will is forged; the judge, Ptolemaios son of Sarapion, orders the will to be formally opened before the strategos within 30 days, failing which the produce will be sequestered. machine translation
Linked by Trismegistos ID
TM 28187.
Each record below describes this same artifact or text from a different angle.
[1]
[…]νδ[…] μεταδοὺς τῇ συνηγορουμένῃ
[…] λόγον αὐτὸν ἀξιοῦμεν δοῦναι. Διόσκορος ῥήτωρ
ἀπεκρίνατο· ὁ Πνεφερῶς τετελεύτηκεν πρὸ δωδεκαετίας καὶ τῶν αὐτοῦ ἀντελάβοντο πάντες οἱ υἱοὶ
κατὰ τὰ προσήκοντα μέρη· οὐ γὰρ μόνος ἐστὶν ὁ ἡμέτερος,
ἀλλὰ καὶ ἕτεροι, νῦν ἐν στρατείᾳ ὄντες, κατὰ διαθήκην, ἣν ἀπέλιπεν ἐκεῖνος. ἡ γὰρ ἀντίδικος ἐπισταμένη ὡς προοικισθ[…] καὶ οὐδεμία μετουσία ἐστὶν
αὐτῇ τῶν ἐκείνου ἡσυχίαν ἤγαγεν. Δίδυμος
πρεσβύτερος ῥήτωρ εἶπεν· παραπλαστός ἐστιν ἡ διαθήκη[…]ουδε[…]…[…]…[…]…να κατὰ
[…] ἀποφέρονται
[…]…ντος αὐτὴν ἐσφραγισμένην
[…]οὐδέπω λυθείσης πῶς δύνηται
[…]τα[…] τὰ ἐνγεγραμμένα
[…]α…ν…[…] παρανόμου
[2]
οὔσης αὐτῆς. Διόσκορος· κατήχθησαν τὰ γεγραμμένα. Πτολεμαῖος Σαραπίωνος τῶν γεγυμνασιαρχηκότων τῆς Ἀρσινοειτῶν πόλεως ὁ κριτὴς σκεψάμενος ὑπηγόρευσεν ἀπόφασιν, ἣ καὶ ἀνεγνώσθη,
κατὰ λέξιν οὕτως ἔχουσα· χειρογραφήσει ἀμφότερα
τὰ μέρη ἐν ἡμέραις τριάκοντα γενέσθαι ἐπὶ τοῦ στρατηγοῦ, ὅπως λυθῇ ἡ διαθήκη καὶ γνωσθῶσι οἱ κληρονόμοι. ἐὰν δὲ μὴ ἐν ταύταις ἡ λύσις γένηται τὰ
γενήματα ἐν μεσεγγυήματι ἔσται. ἐξῆλθεν Ἀπολλώνιος ὁ ἡγεμονικὸς ὑπηρέτης. ὑπογραφή· ἀνέγνων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.