no image
DDbDP-text
Return for Loan via HGV-meta
Receipt for repayment of a loan to heirs of a veteran's wife. A receipt in which Gaius Veturius Gemellus and his sister Lucia Veturia, children of a Roman veteran, acknowledge repayment by Epimachos of a 300-drachma loan with interest that their late mother Artemis had made to him. They return the original bank note for cancellation and renounce further claims. Written at Oxyrhynchus in late August AD 144. machine translation
Linked by Trismegistos ID
TM 22521.
Each record below describes this same artifact or text from a different angle.
[r]
Γάϊος Οὐετούριος Γέμελλος καὶ Λουκία Οὐετουρία ἡ καὶ Θερμούθιον
ἀμφότεροι Γαΐου Οὐετουρίου Γεμέλλου οὐετρανοῦ ἐνκεχαραγμένου
σὺν τῇ ἑαυτῶν μετηλλαχυίῃ
μητρὶ Ἀρτέμειτι Εὐδαίμονος
τοῦ Εὐδαίμονος μητρὸς Θερμουθίου περιούσῃ εἰς τὴν ἐπὶ Ῥώμης
χαλκῆν στήλην, ἡ δὲ Λουκία Οὐετουρία ἡ καὶ Θερμούθιον μετὰ κυρίου τοῦ
αὐτῆς τε καὶ τοῦ Οὐετουρίου Γεμέλλου
πατρὸς Γαΐου Οὐετουρίου Γεμέλλου, Ἐπιμάχῳ Ἐπιμάχου τοῦ Ἐπιμάχου
μητρὸς Τατεῶτος ἀπʼ Ὀξυρύγχων
πόλεως χαίρειν. ὁμολογοῦμεν ἀπέχειν
παρὰ σοῦ διὰ τῆς ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπείου Ἀγάθου Δαίμονος καὶ μετόχων τραπέζης ἀργυρίου δραχμὰς τριακοσίας κεφαλαίου
καὶ τοὺς ἀπὸ Ἁθὺρ τοῦ διελθόντος
ἔτους μέχρι τῆς ἐνεστώσης ἡμέρας τούτων δραχμιαίους τόκους,
τὸ δὲ κεφάλαιον δανεισθέν σοι
ὑπὸ τῆς μητρὸς ἡμῶν Ἀρτέμειτος ἧς τελευτησάσης ἀδιαθέτου,
προφερόμεθα εἶναι αὐτῆς μόνα τέκνα καὶ κληρονόμα κατὰ χειρόγραφον διὰ τραπέζης τῷ Φαῶφι
μηνὶ τοῦ αὐτοῦ διελθόντος ἔτους
ὃ καὶ ἀνεδώκαμέν σοι εἰς ἀκύρωσιν καὶ μηδέν σοι ἐνκαλεῖν μηδὲ τοῖς παρὰ σοῦ περὶ μηδενὸς
ἁπλῶς μέχρι τῆς ἐνεστώσης
ἡμέρας. κυρία ἡ ἀποχή. ἔτους ζ
Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου
Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ
Εὐσεβοῦς, Μεσορὴ ἐπαγομένων
Γάϊος Οὐετούριος Γέμελλος
ἀπέχω σὺν τῇ ἀδελφῇ μου
τὰς δραχμὰς τριακοσίας
καὶ τοὺς τόκους καὶ οὐδὲν
ἐνκαλῶ ὡς πρόκειται.
Λουκία Οὐετουρία ἡ καὶ Θερμούθιον θυγάτηρ Γαΐου Οὐετουρίου Γεμέλλου
οὐετρανοῦ συναπέσχον ὡς πρόκειται.
Γάϊος Οὐετούριος Γέμελλος οὐετρανὸς
ἐπιγέγραμμαι τῆς θυγατρός μου κύριος
καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης
γράμματα. Ἐπίμαχος νεώτερος Ἐπιμάχου τοῦ Ἐπιμάχου εὐδοκῶ.
Εὐδαίμων πρεσβύτερος Πεσούριος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.
ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος
Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου
Σεβαστοῦ Εὐσεβοῦς, ἐπαγομένων …, διὰ
Ἀγάθου Δαίμονος τοῦ … τραπεζ
ἡ διαγραφή.
[v]
ἘπιμαχSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.