no image
DDbDP-text
Verkauf von Katökenland via HGV-meta
Linked by Trismegistos ID
TM 26950.
Each record below describes this same artifact or text from a different angle.
διὰ γραφίου κώμης Νείλου Πόλεως καὶ Σοκνοπαίου Νήσου. ὁμολογεῖ Σωτηρία Εἰρηναίου τοῦ Ἀπολλωνίου μητρὸς ὡς ἐτῶν οὐλὴ ὀφθαλμ μετὰ κυρίου τοῦ εως ὡς ἐτῶν κ ἀσήμῳ μετὰ κυρίου τοῦ ἑαυτῆς παρακεχωρηκέναι τὴν ὁμολογοῦσαν Σωτηρίαν τῇ Ταφ εἰς μετεπιγραφὴν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσαν αὐτῇ περὶ κώμην τῆς μερίδος κλήρου κατοικικοῦ ἄρουραν α ἐν τέτρασι σφραγῖσιν ν τῆς προγεγραμμένης καὶ ἐπιτετελεκέναι τὴν Σωτηρίαν τὰς εἰς τὴν Ταφ τῆς παραχωρήσεως οἰκονομίας ὡς καθήκει ι ποτίστραις καὶ ἐκχύσεσι καὶ τοῖς ἄλλοις δικαίοις πᾶσι, ἧς γείτονεςγίτονες καθὼς ἐκ συμφώνου ὑπηγόρευσαν ἔδαφος, μεθʼ ὃ πεδιακὴ ὁδός, λιβὸς ωιτρος κλῆρος, καὶ ἀπέχειν τὴν Σωτηρίαν παρὰ τῆς Ταφ ἐκ πλήρους παραχρῆμα καὶ βεβαίωσιν τὴν ὁμολογοῦσαν καὶ ἀποδομένην Σωτηρίαν τῇ Ταφ τὴν παρακεχωρημένην αὐτῇ ἄρουραν α πάσῃ βεβαίωσι, ἣν καὶ παρέξεται ἀνέπαφον καὶ καὶ ἀνεπιδάνιστον καὶ καθαρὰν ἀπὸ μὲν δημοσίων τελεσμάτων καὶ ἐπιγραφῶν πασῶν, πλεονασμῶν καὶ παλαιῶν λόγων ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τοῦ ἐνεστῶτος ἔτους καὶ αὐτοῦ τοῦ ἐνεστῶτος ἔτους ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον ἐὰν δέ τι τούτων παραβῇ ἡ ὁμολογοῦσα Σωτηρία ἢ μὴ βεβαιοῖ ἀποτισάτω τὸ παραχωρητικὸν κεφάλαιον διπλοῦν καὶ τὰ τέλη καὶ δαπανήματα ὑπογραφεὺς τοῦ ἐπιγραφομένου αὐτῆς κυρίου καὶ αὐτῆς τῆς ὁμολογούσης βραδέα γραφούσηςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.