no image
DDbDP-text
Zensus - Eingabe via HGV-meta
Linked by Trismegistos ID
TM 9602.
Each record below describes this same artifact or text from a different angle.
Ἡρακλείδης σεσημείωμαι. Ἀγαθῷ Δαίμονι στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος καὶ Κανώπῳ τῷ καὶ Ἀσκληπιάδῃ βασιλικῷ γραμματεῖ τῆς αὐτῆς μερίδος καὶ Ὡρίωνι καὶ Δι οσκόρῳ γενομένοις γραμματεῦσι πόλεως παρὰ Μάρωνος Ἑρμίου ἀπὸ τῆς μητροπόλεως ἀπογεγραμμένου διʼ ἑτέρου ὑπομνήματος. ὑπάρχει μοι ἐπʼ ἀμφόδου Φρεμεὶ μέρος οἰκίας ἐν ᾧ προσαπογράφομαι τοὺς ὑπο γεγραμμένους ἐνοίκους εἰς τὴν τοῦ διεληλυθότος ι ἔτους Σεουήρου καὶ Ἀντωνίνου καὶ Γέτα τῶν κυρίων Σεβαστῶν κατʼ οἰκίαν ἀπογραφὴν ἐπʼ ἀμφόδου ἐφʼ οὗ καὶ τῇ προτέρᾳ ἀπο γραφῇ ἀπεγράφησαν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.