Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

bgu.13.2216 Soknopaiu Nesos (Arsinoites)

Report of Proceedings before the High Priest via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 9627. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[…]…ρθαι[…] […]Ἁρπαγάθην καὶ Ἀνχῶφιν καὶ Στοτοῆτιν υἱοὺς ἑαυ Πακύσιος Σαταβοῦτος προσαγαγόντος υἱο δι[…] περιτεμεῖν αὐτοὺς διὰ τὸ παρατεθεῖσθαι τὰς τοῦ γένους αὐτῶν ἀποδείξεις τῷ τοῦ νομοῦ […]στρατηγῷ […] καὶ ἀναγνωσθείσης τῆς ἐπιστολῆς Θεοδώρου στρατηγοῦ Ἀρσινοίτου Ἡρακλείδου μερίδος διὰ Πτολεμαίου βασιλικοῦγραμματέως Θεμίστου οὕτως ἐχούσης· διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν[…] Θεόδωρος στρατηγὸς Ἀρσινοίτου Ἡρακλείδου μερίδος διὰ Πτολεμαίου γραμματέως βασιλικοῦ Θεμίστου μερίδος διαδεχομένου τὰ κατὰ τὴν στρατηγίαν Κλαυδίῳ Ἀγαθοκλεῖ τῷ τιμιωτάτῳ χαίρειν· Πακῦσις Σαταβοῦτος τοῦ[…]ανεφρεμμε[…]Σαταβοῦτος ἱερεὺς τρίτης φυλῆς τῆς Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου καὶ τῶν συννάων θεῶν ἱεροῦ λογίμου τοῦ ὄντος ἐν κώμῃ Σοκνοπαίου Νήσου ἐπέδωκέ μοι βιβλίδιον βουλόμενος ἱερατικῶς περιτεμεῖν υἱοὺς ἑαυτοῦ Ἁρπαγάθην καὶ Ἀνχῶφιν καὶ Στοτοῆτιν ἐκ μητρὸς Θασῆτος τῆς Ἁρπαγάθου […]θ…[…] αὐτῶν […]… καὶ εἰς ἀπόδειξιν τοῦ εἶναι ἱερατικοῦ γένους διὰ τακτοῦ παρέθετο ἀντίγραφον κατʼ οἰκίαν ἀπογραφῆς θ ἔτους Ἀντωνείνου τοῦ κυρίου καὶ εἰκονίσατο …[…]ἔτει Θεοῦ Ἁδριανοῦ ἐπὶ τῆς γραφῆς τῶν τοῦ νομοῦ δημοσίων λόγων βιβλιοφυλάκων[…]ἀντίγραφον κολλήματος ἐπιγεννήσεως τῶν παίδων συνθεμένων ἐπὶ ταῖς ἀποδείξεσιν Πετοσούχου τοῦ καὶ Πτολεμαίου Ὀννώφρεως στολιστοῦ Σούχου θεοῦ μεγάλου μεγάλου καὶ τῶν συννάων θεῶν καὶ διαδόχου προφητείας τῶν ἐν Ἀρσινοίτῃ θεῶν[…]Πανεφρέμμεως τοῦ Ὥρου καὶ Σαταβοῦτος Ὥρου τοῦ Σαταβοῦτος καὶ […]τοῦ Ἀνχώφεως καὶ Τεσενούφεως Τεσενούφεως καὶ Ἁρπαγάθου[…]τῶν[…] β ἱερέων τῆς κώμης· γράφω σοι, τιμιώτατε, παραγγείλας τῷ Πακύσι ἥκειν μετὰ τῶν παίδων· εἰσὶν μέντοι πρὸς τὸ ἐνεστὸς ιθ ἔτος τοῦ κυρίου ἡμῶν Ἀντωνείνου Καίσαρος κατὰ τὴν ὡς πρόκειται γενομένην αὐτῶν ἐπιγέννησιν ὁ μὲν Ἁρπαγάθης ἐτῶν η, ὁ δὲ Ἀνχῶφις ἐτῶν ε, ὁ δὲ Στοτοῆτις ἐτῶν β· ἐρρῶσθαί σε εὔχομαι, τιμιώτατε· ἔτους ιθ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Φαμενὼθ […] μετὰ τὴν ἀνάγνωσιν Ἀγαθοκλῆς ἐπύθετο, εἴ τινα σημεῖα ἔχουσιν οἱ παῖδες ἐπὶ τοῦ σώματος· Ἀμούνιος ἱερογραμματέως εἰπόντος ἀσήμους αὐτοὺς εἶναι, Κλαύδιος Ἀγαθοκλῆς ὁ ἀρχιερεὺς καὶ ἐπὶ τῶν ἐν Αἰγύπτῳ ἱερῶν παρασημειωσάμενος τὴν ἐπιστολὴν τῷ Πακύσι εἶπεν· δύνανται καθʼ ἃ ἀξιοῖς οἱ υἱοί σου Ἁρπαγάθης καὶ Ἀνχῶφις καὶ Στοτοῆτις περιτμηθῆναι κατὰ τὸ ἔθος·[…]

Connections

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.