no image
DDbDP-text
Acknowledgement of debt for the balance of a wheat price. A handwritten loan acknowledgement, preserved in two copies, in which an unnamed debtor admits owing 148 silver drachmas, the balance of 300 drachmas received as the price of wheat, and promises to repay by 5 Hathyr. It is dated 28 October AD 137, in the reign of Hadrian. machine translation
Linked by Trismegistos ID
TM 20168.
Each record below describes this same artifact or text from a different angle.
[1]
[…]ἔχειν παρʼ
ὑμῶν χρῆσιν ἀργυρίου κεφαλαίου
σεβαστοῦ νομίσματος δραχμὰς …
ἑκατὸν τεσσεράκοντα ὀκτώ , αἵπερ
εἰσὶ λοιπαὶ ἀπὸ ὅλων ἀργυρίου δραχμῶν τριακοσίων , ἃς ἐσχήκειν παρʼ ὑμῶν διὰ χειρὸς ὡς εἰς τιμὴν πυροῦ,
τὰς δὲ προκειμένας ἀργυρίου δραχμὰς
ἑκατὸν τεσσεράκοντα ὀκτώ , οὔσας λοιπάς, ὡς πρόκιται, τιμῆς πυροῦ, ἀποδώσω ἕως τῆς πέμπτης τοῦ ἐνεστῶτος μηνὸς Ἁθὺρ τοῦ ἐνεστῶτος
ἔτους, τῆς πράξεως ὑμῖν οὔσης ἔκ τε
ἐμοῦ καὶ τῶν ὑπαρχόντων μοι πάντων.
τὸ δὲ χειρόγραφον τοῦτο ἰδιόγραφόν μοι ὂν
δισσὸν ὑμῖν ἐξεδόμην.
ἔτους δευτέρου καὶ εἰκοστοῦ Αὐτοκράτορος
Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ
Ἁθὺρ α.
[2]
…[…]
μ[…]ἔχειν παρʼ
ὑμῶν χρῆσιν ἀργυρίου κεφαλαίου
σεβαστοῦ νομίσματος δραχμὰς ἑκατὸν
τεσσεράκοντα ὀκτώ , αἵπερ εἰσὶ λοιπαὶ
ἀπὸ ὅλων ἀργυρίου δραχμῶν τριακοσίων , ἃς ἐσχήκειν παρʼ ὑμῶν διὰ χειρὸς ὡς εἰς τιμὴν πυροῦ, τὰς δὲ προκειμένας ἀργυρίου δραχμὰς ἑκατὸν
τεσσεράκοντα ὀκτώ , οὔσας λοιπὰς,
ὡς πρόκειται, τιμῆς πυροῦ, ἀποδώσω
ἕως τῆς πέμπτης τοῦ ἐνεστῶτος
μηνὸς Ἁθὺρ τοῦ ἐνεστῶτος ἔτους,
τῆς πράξεως ὑμῖν οὔσης ἐκ τε ἐμοῦ καὶ τῶν ὑπαρχόντων μοι πάντων. τὸ δὲ χειρόγραφον τούτο, ἰδιόγραφόν μοι ὂν δισσὸν ὑμῖν ἐξεδόμην. ἔτους δευτέρου καὶ εἰκοστοῦ
Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ
Σεβαστοῦ Ἁθὺρ α.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.