no image
DDbDP-text
Linked by Trismegistos ID
TM 31236.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ὡρίων Ταερούᾳ πολλὰ χαίρειν.
πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν
καὶ τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τῷ κυρίῳ Σαράπιδι. παραδέδωκά σοι μου τὸ κλειδίον
τῆς οἰκίας μου ὑπὸ τὴν σκευήν. λέγει μοι οὖν ἡ ἀδελφή μου Ἶσις, ὅτι πρὸς δύο ἡμέρας ἐκοίμησα ἐκεῖ καὶ οὐδὲν εὕρηκα. παράδος οὖν τῷ ἀναδεδόντι σοι τὸ ἐπιστόλιν τὸ κλειδίν μου καὶ
ὅσου σκευὴν ἔχω παρὰ σοὶ Νείλῳ Τιβόρσι. μὴ κατάσχῃς οὖν τὸ κλειδίν μου.
Ὡρίων Καστρήσητι. πολλά σε μέμφομαι ὡς γεωργεῖς μου τὴν ἄρουραν
ἐν τόπῳ Κιανιθὲν Πανεσάτει, γειτνιῶσαν Νίλου Ἀπολλῶτως. ἥνδε οὖν ἐμισθώσατο τὴν ἄρουραν Νῖλος Τειβόρσι.
τὸ ἤδη πρόλημμα ἄφες ἄχρις ἂν γένωμαι ἐκεῖ καὶ συνάρωμεν λόγον.
[v]
[…] καὶ …αη……
…… ἀπὸ ὩρίωνοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.