no image
DDbDP-text
Deposit of 120 silver drachmas acknowledged by a married couple to Pabous. A contract of deposit in which Harpagathes son of Onnophris and his wife Persine acknowledge receiving 120 silver drachmas from Pabous son of Herieus, to be repaid on demand or else at double the amount. It was drawn up at Psenyris in the Arsinoite nome on 27 October 106 AD. machine translation
Linked by Trismegistos ID
TM 9384.
Each record below describes this same artifact or text from a different angle.
ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραϊανοῦ
Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς Ἀπελλαίου λ
Φαῶφι λ ἐν Ψενύρει […]
ὁμολογοῦσι Ἁρπαγάθης Ὀννώφρεως Πέρσης
τῆς ἐπιγονῆς ὡς ἐτῶν τριάκοντα[…]οὐλὴ
μετώπωι ἐκ δεξιῶν καὶ ἡ τούτου γυνὴ[…]
Ἁρπαγάθου Περσίνη ὡς ἐτῶν[…]οὐλὴ
μετώπωι ἐξ ἀριστερῶν ὑπο…[…]μετὰ κυρίου
τοῦ ἀνδρὸς ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν Παβοῦτι Ἑριέως ὡς ἐτῶν […]οὐλὴ
μετώπωι ἐξ ἀριστερῶν ἔχειν παρʼ αὐτοῦ τοὺς ὁμολογοῦντας διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς
ἑκατὸν εἴκοσι παραθήκην ἀκίνδυνον παντὸς
κινδύνου καὶ ἀνυπόλογον παντὸς ὑπολόγου, ἣν
καὶ ἀποδότωσαν οἱ ὁμολογοῦντες, ὁπήνικα ἐὰν
αἱρῆται ὁ Παβοὺς ἄνευ τε πάσης ὑπερθέσεως καὶ
εὑρησιλογίας, ἐὰν δὲ μὴ ἀποδῶσι καθὰ γέγραπται
ἀποτεισάτωσαν αὐτῷ οἱ ὁμολογοῦντες τὴν παραθήκην διπλῆν ἀκολούθως τῷ τῶν παραθηκῶν νόμῳ, τῆς
πράξεως οὔσης τῶι Παβοῦτι ἔκ τε τῶν ὁμολογούντων καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων
καθάπερ ἐκ δίκης. ὑπογραφεὺς τῶν ὁμολογούντων[…]
ἐτῶν νζ οὐλὴ […]…ιστ …[…]
Ἁρπαγάθου Ὀννώφρεως …[…]
[…]…[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.