no image
DDbDP-text
Sale of one aroura of private arable land. A contract of sale in which two Aurelii, one named Kelol, sell one aroura of private arable land near a village of the Arsinoite nome to Aurelius Paulus for 1,000 talents. It was drawn up at Ptolemais Euergetis (Arsinoe) early in AD 348. machine translation
Linked by Trismegistos ID
TM 9415.
Each record below describes this same artifact or text from a different angle.
ὑπατείας Φλαουίου Φιλίππου τοῦ λαμπροτάτου ἐπάρχοντος τοῦ ἱεροῦ πραιτωρίου καὶ Φλαουίου Σαλιᾶ τοῦ λαμπροτάτου μαγίστρου τῶν ἱππέων[…]
ἐν Πτολεμαείδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ· Αὐρήλιοι[…]ης καὶ Κελὸλ ἀπὸ κώμης[…]
τοῦ Ἀρσινοείτου νομοῦ Αὐρηλίῳ Παύλῳ Νει […]ἀπὸ κώμης[…]χαίρειν.
ὁμολογοῦμεν κατὰ τήνδε τὴν ὁμολογίαν ἑκουσίως καὶ αὐθαιρέτως[…]πεπρακέναι καὶ καταγεγραφηκέναι σοι ἀπὸ τοῦ νῦν
εἰς τὸν ἀεὶ καὶ ἅπαντα χρόνον τὴν ὑπάρχουσαν ἡμῖν περὶ κώμην[…]ἐκ τοῦ
ἱεροῦ κήνσου ἐπὶ Σαβίνῳ κηνσίτορι ἐν παιδίοις τῆς αὐτῆς κώμης[…]ἄρουραν μίανἰδιωτικῆς γῆς σπορίμης ὑπὸ μίαν σφραγῖδα χ[…]κατὰ τὴν
ἐξ ἀρχῆς καὶ μέχρι τοῦ νῦν συνήθειαν, ὧν τὰς γειτνίας καθὼς ἐξ συμφώνου προσηγορεύσαμεν[…]
κτῆσις Παμούθιος Ἀσόειτος, ἀπηλιώτῃ διῶρυξ[…]καὶ
μηδὲ ἓν μέρος ἢ δίκαιον λελεῖφθαι τιμῆς τῆς ἑσταμένης καὶ συμπεφωνημένης πρὸς ἀλλήλους[…]
Σεβαστῶν νομίσματος ταλάντων χιλίων […]ἅπερ ἀπʼ ἐντεῦθεν ὁμολογοῦμεν οἱ πεπρακότες Αὐρήλιοι[…]ης καὶ Κελὸλ εἰλῆφθαι παρὰ σοῦ τοῦ ὠνησαμένου Αὐρηλίου Παύλου Νει[…]ἣν καὶ παρέξομέν σοι[…]ἀνέπαφον καὶ καθαρὰν ἀπὸ παντὸς ὀφειλήματος […]κρατεῖν οὖν καὶ κυριεύειν τὸν Αὐρήλιον Παῦλον Νει[…]πρὸς τὸ ἀπὸ τοῦ νῦν[…]καὶ ἐξουσίαν ἔχειν ἑτέροις μεταπωλεῖν ἀνεμποδίστως, ὑποτίθεσθαι[…]ἀκωλύτως
καὶ τελεῖν τὰ ὑπὲρ αὐτῶν εὐσεβῆ τελέσματα[…]ἀπὸ τῆς εὐτυχεστάτης εἰσιούσης ἑβδόμης νέας ἰνδικτίωνος, τῶν δημοσίων[…]
π… ὄντων πρὸς ἡμᾶς τοὺς πεπρακότας, καὶ βεβαιώσομεν ἀπό τε[…]καὶ ἰδιωτικῶν καὶ πάσης ζητήσεως τῷ καθόλου, ἐφʼ ὃν καὶ οὐκ ἐπιπορευσόμεθα[…]οὔτε ἡμεῖς Αὐρήλιοι
…[…]…ης καὶ Κελὸλ οὔτε τέκνα ἡμῶν οὔτε κληρονόμοι κατʼ οὐδένα τρόπον[…]ἐὰν δέ τις ἐπέλθῃ, αὐτὸν ἐκστήσειν παραχρῆμα τοῖς ἰδίοις ἡμῶν ἀνηλώμασι καθάπερ ἐκ δίκης[…]
…[…]ἡ πρᾶσις δισσὴ γραφεῖσα ὁμότυπος κυρία ἔστω[…]Αὐρήλιοι[…]ης
καὶ Κελὸλ οἱ προκείμενοι πεπράκαμεν […]καὶ ἀπέσχομεν τὴν τιμὴν πλήρη ὡς πρόκειται καὶ βεβαιοῦμέν σοι τὴν …[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.