no image
DDbDP-text
Lease of grain land at Philadelphia and Hephaistias. A four-year lease in which a man from Philadelphia in the Fayum rents from Trebellia Thaisareion, a woman acting without a guardian by the right of children, 3 3/4 arouras of grain land near Philadelphia and Hephaistias for a yearly rent of 8 artabas of wheat. It was written on 6 August 212 AD. machine translation
Linked by Trismegistos ID
TM 9417.
Each record below describes this same artifact or text from a different angle.
[…]τωρας τῆς Θεανοῦτος ἀπὸ κώμης Φιλαδελφίας τῆς Ἡρακλείδου μερίδος
τοῦ Ἀρσινοείτου νομοῦ Τρεβελλίᾳ Θαισαρείῳ
χρηματιζούσῃ χωρὶς κυρίου κατὰ τὰ Ῥωμαίων ἔθη τέκνων δικαίῳ χαίρειν. ὁμολογῶ
μεμισθῶσθαι παρὰ σοῦ ἐπὶ χρόνον ἔτη τέσσαρα ἀπὸ τοῦ εἰσιόντος πρώτου καὶ
εἰκοστοῦ ἔτους τὰς ὑπαρχούσας σοι περὶ
τὴν προκειμένην κώμην Φιλαδέλφιαν κλήρου κατοικικοῦ σιτικὰς ἀρούρας δύο , περὶ δὲ Ἡφαιστιάδα σιτικὴν ἄρουραν μίαν ἥμισυ τέταρτον φόρου καθʼ ἔτος τῶν ἐπὶ τὸ αὐτὸ
ἀρουρῶν τριῶν ἥμισυ τετάρτου καθαρῶν ἀνυπολόγου παντὸς ὑπολόγου
και ἀναλώματος καὶ χωρὶς παραδοχῆς
πάσης πυροῦ ἀρταβῶν ὀκτώ , ὅνπερ
φόρον διορθώσομαί σοι ἐξενίαυτα κατʼ
ἔτος ἐφʼ ἃλων τῷ Παῦνι μηνὶ καθαρὰς καὶ ἀδόλους καὶ ἀβώλους καὶ ἀκρίθους
κεκοσκινευμένον μέτρῳ τῷ καλουμένῳ τριόδῳ, τῶν γεωργικῶν ἔργων
πάντων καὶ δημοσίων τελεσμάτων
καὶ παντὸς ἐπικλασμοῦ ἢ ἑτέρου τινὸς πάντων ὄντων πρὸς ἐμὲ τὸν
μεμισθωμένον ἐπὶ τόποις ……
τῆς μισθώσεως ἐπὶ τὸν χρόνον ἀποφερόμενος τὰ περιγεινόμενα εἰς τὸ ἴδιον
πρότερον χορηγούμενός σοι τὸν καθʼ ἔτος
πυρικὸν φόρον εὐτάκτως ὡς δεδήλωται, οὐκ ἐξόντος μοι ἀποστῆναι τῆς
μισθώσεως οὐδὲ σοὶ ἀποστρίψασθαί
με ἐντὸς τοῦ χρόνου, οὗ καὶ πληρωθέντὸς παραδώσω σοι τὴν γῆν καθαρὰν
ἀπὸ καλάμης καὶ πάσης δείσης τὴν δὲ
[… 1 line lost …]
…[…]ἐπὶ ὑπογραφῆς μου. ἔτους κ Αὐτοκράτορος
ΚαίσαροςΜάρκου Αὐρηλίου Σεουήρου Ἀντωνείνου
Γερμανικοῦ μεγίστου Βρεταννικοῦ μεγίστου
Εὐσεβοῦς Σεβαστοῦ Μεσορὴ ιγ.
Κ[…]ων μεμίσθωμαι
ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.