no image
DDbDP-text
Proposition de bail via HGV-meta
Lease offer for grain land of a minor at Philadelphia. An offer to lease 8 1/2 arouras of grain land near Philadelphia for three years, made by Aurelius Longinus son of Herminos to the minor Aurelia Kopreia, represented by her guardian Aurelius Sarapion. It fixes the wheat rent, delivery at the threshing floor in Pauni, and the condition of the land on return, and is dated 28 October 225. machine translation
Linked by Trismegistos ID
TM 10701.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίᾳ Κοπρήᾳ Ἀμμωναρίου ἀφήλικι διὰ Αὐρηλίου Σαραπίωνος Πᾶσι
παρὰ Αὐρηλίου Λογγίνου Ἑρμίνου. βούλομαι
μισθώσασθαι παρὰ σοῦ εἰς ἔτη τρία ἀπὸ
τοῦ ἐνεστῶτος ε ἔτους τὰς ὑπαρχούσας
τῇ ἀφήλικι περὶ κώμην Φιλαδέλφειαν
σιτικὰς ἀρούρας ὀκτὼ ἥμισυ ἢ ὅσαι ἐὰν ὦσι ἐν τόπῳ Ἀπατισίων ?, ἐκφορίου τὸ μὲν πρῶτον ἔτος ἀσπερμεὶ
πυροῦ ἀρταβῶν δεκατεσσάρων
τρίτον τετρακαιεικοστόν , ἐπὶ δὲ τὰ
λοιπὰ ἔτη δύο κατʼ ἔτος σὺν αἷς λήμψομαι σπερμάτων πυροῦ ἀρτάβαις
ὀκτὼ ἥμισυ τοῦ παντὸς κατʼ ἔτος
πυροῦ ἀρταβῶν τεσσαράκοντα
δύο ἥμισυ μέτρῳ ὀγδόῳ Καλομάλλου ἀνυπολόγων καὶ ἀκινδύνων, τῶν
ἔργων πάντων καὶ δημοσίων φορέτρων
ὄντων πρὸς ἐμὲ τὸν μεμισθωμένον
καὶ τὰ κατʼ ἔτος ἐκφόρια παραδώσω ἐφʼ ἅλῳ μηνὶ Παῦνι, τῶν φορέτρων ὄντων
πρὸς τὴν γεοῦχον, καὶ μετὰ τὸν χρόνον
παραδώσω τὸ ἥμισυ τῶν ἀρουρῶν
ἀπὸ ἀναπαύματος, τὸ δὲ λοιπὸν ἥμισυ
ἀπὸ καλάμης. ἐπερωτηθεὶς ὁμολογῶ. Λογγῖνος Ἑρμίνου μεμίσθωμαι
ὡς πρόκειται. Διόσκορος νομικὸς ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.
ἔτους ε Αὐτοκράτορος Καίσαρος Μάρκου
Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου
Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Ἁθὺρ α.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.