Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

chrest.mitt.372

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ειτος καὶ αὐτὸν ἔχειν περί τινων πρὸς αὐτήν, Λοῦπος εἶπεν· περὶ τὸν στρατηγὸν τῆς πόλεως κριτήν σοι δίδωμι. ἔτους κ Θεοῦ Τραιανοῦ Τῦβι δεκάτῃ. ΛουκίαςΛουκίας Μακρίνας διὰ Φανείου ῥήτορος εἰπούσης ἀπαιτεῖν παρακαταθήκην ἐξ ὑπαρχόντων Ἀντωνίου Γερμανοῦ στρατιώτου τετελευτηκό τος Λοῦπος εἶπεν· νοοῦμεν ὅτι αἱ παρακα ταθῆκαι προῖκές εἰσιν. ἐκ τῶν τοιούτων αἰτιῶν κριτὴν οὐ δίδωμι. οὐ γὰρ ἔξεστιν στρατιώτην γαμεῖν. εἰ δὲ προῖκα ἀπαιτεῖς, κριτὴν διδοὺςδίδωμι δόξω πεπεῖσθαι νόμιμον εἶναι τὸν γάμον. ἐξ ἀναπομπῆς Μαμερτείνου· ἔτους ιη Ἁδριανοῦ τοῦ κυρίου Φαμενὼθ α, α ἐν Κόπτῳ, Χθινβόις πρὸς Κάσιον Γεμέλλον ἱππέα Βουκοντίων ἐπὶ παρόντι τῷ πατρὶ αὐτῆς Ὀρεστοοῦφι. Ἀπολιναρίου ῥήτορος εἰπόν τος ὀφειλομένων ὑπὸ Γεμέλλου Τινβόιδι δραχμῶνδραχμάς ἑπτακοσίωνἑπτακοσιας κατὰ διαγραφὴν με τιέναιμετειέναι τοῦτον ἀκολούθως τῇ διαγραφῇ, Ἀλεξάνδρου καὶ Ἡρακλείδου ῥητόρων ἀποκρι ναμένων Χθινβόιν ὡς γεγαμημένην αὐτῷ ἀπαιτεῖν αὐτὸν βούλεσθαι προῖκαπροοῖκα ἣν ἀπο δέδωκεν αὐτῷ μήτε δύνασθαιδυναται λαβεῖν ἀπηγορευμένουἀπηγορευομένουαποπορευομενου στρατιώταις ἑλέσθαι γυναῖκαςγυναῖκες, τὸν δὲ πατέρα αὐτῆς ἐπιτροπεύ σαντα αὐτοῦ λογοθετηθένταλογοτεθηθήντα πρὸς αὐτὸν προεῖσθαι αὐτῷ γράμματα εηρη κέναι ἐν τούτῳ λογοη περὶ προικὸςπροοικὸς πιστευθεῖσα τωπο τοῦ μετάλλου οἴκημα ἐκτεπροθνα αὐ τοῦ καὶ ἄλλα πλεῖστα καὶ περὶ τῆς ὑφαιρέ σεως τὴν ἐνκαλουμένην ειληγέναι τὴν τοῦ λόγου τάξιν, δεῖσθαι οὖν ἃ ὑφείλατο ἐπαναγκασθῆναι ἀνταποδοῦναι, τοῦ συνηγοροῦντος εν τι προενεγ καμένου μηδὲν μὲν αὐτὴν ὑφῃρῆσθαι τοῦ Γεμέλλου, δεδανεικέναι δὲ αὐτῷ κατὰ δύο διαγραφὰς τὰς ἑπτακοσίας δρα χμάς, κατὰ μὲν πρώτην σξ κατὰ δὲ δευτέραν υμ, καὶ οὐχ ὡς ἄνδρα ἀλλʼ ὡς ὑπόχρεον ταύτας ἀπαιτεῖν, ἀναγνωσ θεισῶν τῶν διαγραφῶν ὁ ἱερεὺς καὶ ἀρχιδικαστής. στρατιώταις μὲν ἀπηγό ρευται γυναῖκας ἑλέσθαι δὲ αὐτοὺς οὐδὲ εις μὴ περιεχούσης τῆς δευτέρας διαγρα φῆς εἰς προικὸςπροοικὸς λόγον ἀναφέρεσ θαι τὰς υμ, α ταύτας αὐτῇ ἀποδοῦναι, α δε κατὰ τὴν δευ τέραν διαγραφὴν τοι τῶν σξ κρα τεῖσθαι οὐ δύναται, προικὸςπροοικὸς δίκαια τού των ἐχουσῶν. Γεμέλλου ἀξιοῦντος τηρηθῆναι αὐτῷ λόγον τῆς ὑφαιρέσεως πρὸς τὴν Χθινβόιν λ, Οὔλπιος Ἀσκληπιά δης γενόμενος ἔπαρχος σπείρης δευτέρας Ἱσπανῶν ὁ ἱερεὺς καὶ ἀρχιδικαστής· ἐάν τινας ἐναργεῖς ἀποδείξεις ἔχῃς, ἐὰν ἐπενέγκῃς, ἀκούσομαί σουοσου. ἔτους ιη Τραιανοῦ Φαῶφι ἑβδόμῃ καὶ εἰκάδι. Λονγίνου Υου εἰπόντος Ῥωμαῖον ἑαυτὸν ὄντα ἐστρα τεῦσθαι ἐν σπείρῃ πρώτῃ Θηβαίων ὑπὸ Σε ουῆρον, συνῳκηκέναι δὲ ἐν τῇ στρατείᾳ γυναικὶ Ῥωμαίᾳ ἐξ ἧς πεπαιδοποιῆσθαι Λονγεῖνον Ἀπολινάριον καὶ Λονγείνιον Πομ πώνιον οὕσπερ ἀξιοῖ ἐπικριθῆναι, Λοῦπος λαλήσας μετὰ τῶν νομικῶν εἶπεν· ἐπεὶ σεσήμανταιηνται οἱ παῖδες ὡς ἐκ Ῥωμαίας γεγενημένοι, σὺ αὐτοὺς καὶ θέλεις ἐξ ἐπι κρίσεως νομίμουςἐπιμους καταλείπειν, νόμιμον δὲ πατέρα αὐτῶν ποιεῖν οὐ δύναμαιδύνομαι. ἔτους ιη Τραϊανοῦ Παῦνι ι. Χρώτιδος διὰ Φιλοξένου ῥήτορος εἰπούσης ἀστὴν ἑαυτὴν οὖσαν συνεληλυθέναι Ἰσιδώ ρῳ ἀστῷ, μετὰ ταῦτα δὲ στρατευσαμένου ἐκείνου εἰςἰς χώρτην ἐσχηκέναι ἐξ αὐτοῦ υἱὸν Θεόδω ρον περὶ οὗ ἐντυγχάνει ἀξιοῦσαἀξιουσαν εἰεντι ἠμε λήθη ἀπαρχὴν αὐτοῦ ἀποτεθῆναι, ὅτι δὲ υἱός ἐστιν ἐκείνου ἐκἐγ διαθήκης ἣν ἔγραψε φανε ρὸν εἶναι, κληρονόμον γὰρ αὐτὸν τῶν ἰδίων ἀπολε λοιπέναι, ἀναγνωσθείσης διαθήκης Ἰουλίου Μαρτιαλίου στρατιώτου σπείρης πρώτης Θη βαίων, Λοῦπος λαλήσας μετὰ τῶν φίλων εἶπεν· οὐκ ἐδύνατο Μαρτιάλιος στρατευόμενος νόμιμον υἱὸν ἔχειν, κληρονόμον δὲ αὐτὸν ἔγραψεν νομίμως. ἔτους ε Ἀντωνείνου τοῦ κυρίου ἐπαγομένων γ. προσελθόντων Ὀκταουίου Οὐάλεντος καὶ Κα σίας Σεκούνδης πρὸ μιᾶς ὑπερτεθέντων, Εὐδαίμων βουλευσάμενος σὺν τοῖς παροῦσι εἶπεν· καὶ ἐχθὲς εὐθὺς τῶν ὑπομνημά των τοῦ κρατίστου Ἡλιοδώρου ἀναγνωσθέν των καὶ τῆς αἰτίας διʼ ἣν ὑπερέθετο δήλης γενομένης ἰδεῖν περὶ ἀπηγορευμένων πράγματος ἐντυχοῦσαν τὴν μητέραμητέραν τὴν τοῦ παιδὸς τούτου, καὶ σήμερον ἐντυχὼν τοῖς εἰςἰς τοῦτο διαφέρουσιν πρά γμασιν βεβαιῶ ὃ ἐχθὲς ὑπελάμβανον. ἐξερχομέ νου εἴτε ἐν τάξει εἴτε ἐν σπείρᾳ εἴτε ἐν εἴλῃ ὁ γεννη θεὶς οὐ δύναται εἶναι νόμιμος υἱὸς. μη μὴ ὢν δὲ νόμιμος υἱὸς τοῦ πατρὸς ὄντος Ἀλεξανδρέως Ἀλε ξανδρεὺς οὐ δύναται εἶναι. ὁ παῖς οὗτος γεγέννη ταιγεγενηθεται τῷ Οὐάλεντι στρατευομένῳστρατευομένου ἐν σπείρᾳ· ὀθνεῖος αὐτοῦ ἐστιν· εἰσαχθῆναι εἰςἰς τὴν πολιτείανπολειτείαν τὴν Ἀλεξαν δρέων οὐ δύναται. καὶ προσέθηκεν· ἐχθὲς ἔφης ἄλλους ἐσχηκέναι παῖδας· ποίας ἡλικίας εἰσίν, πότε ἐγεννήθησαν; Ὀκταούιος Οὐάλης ἀπεκρίνατοἀπεκρείνατο ὁ εἷς νῦν, ὁ εἷς δὲ προγενέστερός ἐστιν. Εὐδαίμων εἶπεν· ὁ προγενέστερος ποῦ σοι στρατευομένῳ ἐγένετο; Οὐάλης ἀπεκρίνατοἀπεκρείνατο ἐν χώρτῃ καὶ οὗ τος ὁ μικρότεροςμεικρότερος. Εὐδαίμων εἶπεν· ἴσθι καὶ ἐκείνους τῆς αὐτῆς τάξεως τούτῳ ὄντας. Ἔνια ἀπαράβατά ἐστιν. Οὐάλης εἶπεν· ἄρτι, ἐὰν γένηταί με ἀποδημεῖν, σὺ αὐτός μοι ὑπογράψεις διʼ ἐπιτρόπου ἀπολαβεῖν με τὰ δίκαια. τί ἠδίκησαν οἱ παῖδες; Εὐδαίμων εἶπεν· εὔηθες πεποίηκα διὰ πολλῶν εἰπὼν ὃ ἐδυνάμην τευσαι ἐν ἐ λαχίστῳ. ἐπειδὴἐπιδὴ τοίνυν ἐπιχειρεῖς τοῖς ἀδυνάτοις, οὔτε οὗτος οὔτε οἱ ἄλλοι υἱοί σου Ἀλεξανδρέων πολῖταίπολεῖταί εἰσιν. ἰδίου λόγου Ἰουλιανοῦ. ἔτους κ Ἁδριανοῦ τοῦ κυρίου Ἁθὺρ κε. Σαραπίωνος Ἀπολλωνίου καὶ Ἀμοισοισᾶ Ἡλιοδώρου κατηγορούντων Κορνηλίας διʼ Ἀπολλωνίου πρεσβυτέρου ῥήτορος ὡς ἐπικρατούσης ἀνδραπόδων ζ καταγραφένων αὐτῇ ὑπὸ Ἰουλίου Ἀκουτιανοῦ ἀκληρονομήτου ἐν τῷ τῆς συνβιώσεως χρόνῳ, καὶ Θέωνος ῥήτορος παρισταμένου τῇ Κορνηλίᾳ φάσκοντος γάμον νόμιμον μὴ γεγονέναι, στρατευομένῳ γὰρ συμβεβληκέναι τῷ Ἀκουτιανῷ καὶ τὰ ἀνδράποδα ταύτην ἐωνῆσθαι, ἀναγιγνώσκοντόςἀναγεινώσκοντός τε ὠνὴν Μούσης σὺν ὑποτιτθικῷ ἐπὶ τοῦ δωδεκάτου ἔτους καὶ Δάφνης ἐπὶ τοῦ ιθ, οἰκογενείας δὲ Θρεπτοῦ καὶ Συντρόφου, φάσκοντος δὲ Ὡρείωνος ῥήτορος παρισταμένου αὐτῇ Σεουῆρον ὑποτίτθιον ἔτι εἶναι ἐκ Μούσης γενόμενον, Ἐλπι δηφόρου δὲ οἰκογένειαν δὲ μὴ ἔχειν, τοῦτο δὲ ἐπὶ πολλῶν φιλεῖν γενέσθαι, μὴ γὰρ παίδωνπαῖδας ἐξ οἰκογενείας τάσσεσθαι, Ἰουλιανός· τὸ μετὰ τὴν στρατείαν ὠνηθὲν ἀνδράποδον καὶ οὗ μὴ ἐπή νεγκας οἰκογένειαν ται εἰς τὸν κυριακὸν λόγον τὰ ἄλλα σοι ἀνίημι. ἀξιούσης αὐτῆς ἀποδοθῆναι τάλαντον ὃ ἔσχεν παρʼ αὐτῆς Ἀκουτιανὸς ἐν παρακαταθήκῃ καὶ ἀνα γινωσκούσης τὰ γράμματα, τοῦ δὲ κατηγόρου λέγον τος τοῦτο εἶναι τὸ γαμικὸν συμβόλαιον, τοὺςτου γὰρ στρατευομένους οὕτω συμβάλλειν, Ἰουλιανός· τὸ ἀναγνωσθὲν δάνειον ἐκβάλλω ἐκ παρανόμου γάμου γενόμενον.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.