no image
DDbDP-text
Offer to lease a granary in the hamlet of Pisais. An offer to lease a granary with tower, courtyard and five storerooms in the hamlet of Pisais, addressed by Herieus son of Herieus of Soknopaiou Nesos to the two lessees of the hamlet, which belonged to the god Soknopaios. The rent is 45 artabas of wheat for one year, with repairs falling on the lessors and plastering and guarding on the lessee. It was written on 1 May AD 94 in the Fayum. machine translation
Linked by Trismegistos ID
TM 11652.
Each record below describes this same artifact or text from a different angle.
Στοτοήτι Ἀπύγχεως καὶ Στοτοήτι Στοτοήτιος
πρεσβυτέρου τοῖς δυσὶ μισθωταῖς ἐποικίου
Πισάιτος Σοκνοπαίου θεοῦ μεγάλου
παρὰ Ἑριέως τοῦ Ἑριέως τῶν ἀπὸ κώμης
Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος
Πέρσου τῆς ἐπιγονῆς. βούλομαι μισθώσασθαι παρʼ ὑμῶν ἀφʼ ὧν καὶ ὑμεῖς ἔχετε ἐν μισθώσει ἐν τῶι ἐποικίωι θησαυρὸν ἐνεργὸν στεγνὸν καὶ τεθυρομένον, ἐν ὧι
πύργος καὶ αὐλὴ καὶ ταμιεῖα πέντε καὶ νούβεσι καὶ σιροῖς καὶ τοῖς λοιποῖς χρηστηρίοις πᾶσι ἐφʼ ἐνιαυτὸν ἕνα ἀπὸ τῆς ἐνεστώσης ἡμέρας, φόρου τοῦ παντὸς
πυροῦ νέου καθαροῦ ἀδόλου ἀρταβῶν
τεσσαράκοντα πέντε μέτρωι τετάρτωι θεοῦ Σοκνοπαίου ἀκινδύνων
καὶ ἀνυπολόγων, τῆς δὲ τοῦ θησαυροῦ
ἐπισκευῆς ἢ καὶ ἀνοικοδομῆς οὔσης πρὸς
ἡμᾶς τοὺς περὶ τὸν Στοτοῆτιν, τῆς δὲ κονιάσεως καὶ τηρήσεως εἰσαγομένων
γενημάτων ὄντων πρὸς ἐμὲ τὸν Ἑριέα.
ἔτι δὲ καὶ παρέξομαι ἡμῖν ταμιεῖον ἐν τῶι
θησαυρῶι ἄνευ ἐνοικίου καὶ παντὸς τελέσματος, τὸν δὲ φόρον ἀποδώσω ἐν μηνὶ
Καισαρίωι τοῦ ἐνεστῶτος τρεισκαιδεκάτου ἔτους,
χωρὶς ἄλλων ὧν ἔχω ἐν τῶι ἐποικίωι
ἐν μισθώσει μισθωμάτων,[…]
παραδόσθαι τὸν θησαυρὸν ἀπὸ πάσης ἀκαθαρσίας σὺν ταῖς ἐφεστώσαις θύραισι καὶ κλεισὶ, ἐὰν φαίνηται μισθῶσαι ἐπὶ τοῖς προκειμένοις.
Ἑριεὺς Ἑριέως ὡς ἐτῶν ν οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς.
ἔτους ιγ Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ
Γερμανικοῦ μηνὸς Γερμανικείου ϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.