no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9018.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίοις Διονυσίῳ στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος
καὶ Ἰσιδότῳ τῷ καὶ Ὠριγένει βασιλικῷ γραμματεῖ
παρὰ Αὐρηλίας Ταήσεως[…]μητρὸς
Τεκιάσεως διὰ φροντιστοῦ[…]
τοῦ Πασοκνοπαίου ἀπὸ κώμης Σοκνοπαίου
Νήσου. ἀφʼ ὧν ἀπελογισάμην τῇ τοῦ
διεληλυθότος κδ ἔτους ἀπογραφῇ παρεσχημένους καμήλους τελείους δύο εἰς χρείαν
γεγενημένην εἰς ἐπιδημίαν τοῦ κυρίου
ἡμῶν Αὐτοκράτορος Σεουήρου Ἀντωνίνου
δηλῶ μετὰ ἀπογραφὴν καὶ ἐξαρίθμησιν τοῦ
αὐτοῦ κδ ἔτους ἐπανεληλυθέναι τοὺς προκειμένους καμήλους δύο, ἐξ ὧν εἱκύσθαι
ὑπὸ Αὐρηλίου Καλουισίου Μαξίμου
ἑκατοντάρχου τοῦ πεμφθέντος εἰς τοῦτο ἀκολούθως
τοῖς γραφεῖσι ὑπὸ Οὐαλερίου Δάτου τοῦ λαμπροτάτου ἡγεμόνος εἰς τὰς ἐν Συρίᾳ
κυριακὰς ὑπηρεσίας τῶν γενναιοτάτων
στρατευμάτων τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος
Σεουήρου Ἀντωνίνου ἕνα, τὸν δὲ λοιπὸν κάμηλον ἕνα ἀποβληθέντα
φανέντα ἀνεπιτήδειον ὅνπερ ἀπογράφομαι
εἰς τὴν τοῦ ἐνεστῶτος κε ἔτους ἀπογραφὴν
ἐπὶ τῆς αὐτῆς κώμης.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.