no image
DDbDP-text
Application for Lease via HGV-meta
Application to lease property of orphans from the exegetes of Hermopolis. An application by Hermias son of Hermias of Hermopolis to the exegetes Hermaios, the official overseeing orphans' property, to lease for five years the lands and property left by his late sister Didyme to her two orphaned sons, at 260 drachmas a year. It was written at Hermopolis on 3 March AD 78. machine translation
Linked by Trismegistos ID
TM 21684.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἑρμαίῳ Ἀπολλωνίου Φιλοκλαυδίῳ
τῷ καὶ Ἀλθαιεῖ ἐξηγητῇ Ἑρμοπολείτου
παρὰ Ἑρμίου τοῦ Ἑρμίου Ἑρμοπολίτου. βούλομαι μισθώσασθαι εἰς ἔτη πέντε ἀπὸ τοῦ ἐνεστῶτος δεκάτου ἔτους
Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ τὰ ἀπολελειμμένα ὑπὸ Διδύμης Ἑρμίου ἀδελφῆς μου τετελευτηκυίας ὀρφανοῖς τέκνοις δυσὶ Ἑρμοφίλῳ καὶ Σαλίωνι ἀμφοτέροις Ἀρείου ἐδάφη καὶ ὑπάρχοντα καὶ ἃ ἐὰν ἄλλα ἐφεύρω αὐτῶν
καθʼ ὁνδήποτε οὖν τρόπον ἐπὶ φόρου κατʼ ἔτος
ἀργυρίου δραχμῶν διακοσίων ἐξήκοντα χωρὶς γνησίων δημοσίων, ἃς καὶ ἀποδώσω κατʼ ἔτος ἐξενίαυτα ἐν μηνὶ Φαῶφι οἷς ἐὰν σὺ ἐπιστείλῃς ὁ ἐξηγητής. ἐὰν δέ τις ἄβροχος γένηται παραδεχθήσεταί
μοι κατὰ τὸ ἀνάλογον τοῦ φόρου. ἐὰν δὲ ἕτερα ἐκπραχθῶι χωρὶς γνησίων δημοσίων ὁμοίως
παραδεχθήσεταί μοι. ἐπιθέματος δὲ γενομένου
ἐξεῖναί σοι ἑτέροις μεταμισθοῦν ἐὰν οὖν φαίνηται
μισθῶσαι μοι ἐπὶ τούτοις. ἔτους δεκάτου Αὐτοκράτορος
Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ Φαμενὼθ
ἑβδόμηι.
[v]
μισθώσις Ἑρμίου τοῦ Ἑρμίου ετ[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.