no image
DDbDP-text
Déclaration de recensement du Lycopolite via HGV-meta
Census return of Senesneus for a house in Lykopolis. A census return submitted in AD 146 by a woman, Senesneus, acting with her paternal uncle as guardian, to the strategos of the Lykopolite nome. She registers herself, her daughter and an orphan girl living in a small house she had bought in Lykopolis. machine translation
Linked by Trismegistos ID
TM 16056.
Each record below describes this same artifact or text from a different angle.
Οὐαλλερίωι Ἀπολιναρίωι στρατηγῷΛυκοπολίτου
παρὰ Σενεσνεῦτος Σου[…]ειο[…]μητρὸς
Ταπνούβχιος μετὰ κυρίου τοῦ τοῦ πατρὸς
ἀδελφοῦ Πλουτογένους Ἀπολλωνίου.
ἀπογράφομαι εἰς τὸ ἐνεστὸς θ ἔτος
Ἀντωνίνου Καίσαρος τοῦ κυρίου
κατὰ τὰ κελευσθέντα ὑπὸ τοῦ
κρατίστου ἡγεμόνος Οὐαλλερίου
Πρόκλου εἰς ἣν ἐώνημαι τῶι ιζ ἔτει
Ἁδριανοῦ θεοῦ Φαρμοῦθι παρὰ
Λύκου Αἰλούρου τοῦ Θεοδώρου
μητρὸς Ἀπολλωνίας τῆς καὶ Σαροσόιτος κατὰ δημόσιον χρηματισμὸν οἰκίαν μικρὰν ἐν Λύκων
πόλει ἐπὶ λαύρας Λυκαγωγῶν
ἐμαυτὴν Σενεσνεῦν ἐτῶν μ,
Σενφο[…]υν Πορε[…] θυγατέρα ἐτῶν κα,
Ἰσαροῦν Σαρεῦτος ὀρφανὴν ἐτῶν η.
καὶ ὀμνύω τὴν Αὐτοκράτορος
Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ
Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς
τύχην ἐξ ὑγιοῦς καὶ ἐπʼ ἀληθείας
ἐπιδεδωκέναι τὴν προκειμένην ἀπογραφήν.
ἔτους θ Αὐτοκράτορος Καίσαρος
Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου
Σεβαστοῦ Εὐσεβοῦς Μεσορὴ ἐπαγομένων ε Σενεσνεῦς μετὰ τοῦ
κυρίου μου Πλουτογένους ἐπιδέδωκα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.