Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.cair.masp.1.67089rpdpl
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
αρεμω διαξας μὲν τοῦ ἐν ἁγίοις μου πατρὸς καιρὸν οὐκ ὀλίγον πλείστην διεμενειμηγαγεν δὲ αὐτῷ τῷ οφυμ ἐκεῖνος εὐνοϊκώτατοεὐνοεϊκώτατο παραμένουσα τῷ δεσπότῃ μου τῷ ἐν λαμπρᾷ τῇ μνήμῃ πατρί. καὶ οὐδεμίαν ἐμφάνισιν πώποτε ηὗρον παρά τε τοῦ ἐμοῦ πατρός, οὔτε παρʼ ἑτέρου, ὡς δοῦλοι καθεστήκασιν ἀπό τινος οἱουδήποτε νομίμου τίτλου. ἐξ ἐκείνωνἐκεινου τοίνυν τῶν προωνομασμένων Ἰακὼβ καὶ Σοφίας, παῖδες καθεστήκασιν Λία καὶ Ῥαχὴλ καὶ Ἐρεβέκκα. ἐκ Λίας τίκτεται παῖς Μᾶρκος καὶ Σοφία· ἄλλα Λία τελευτὴν βίου ειηθη μετὰ τοῦ αὐτῆς αὐτῆςαὐτοῖς υἱοῦ Μάρκου· καὶ Σοφίασοφιαν δὲ ἡ περιοῦσα θυγάτηρ δὲ ταύτης τῆς ἀπελθούσης Λίας, ἐξ ἧςοις τίκτεται Ἰωάννης καὶ Ἰσὰκ καὶ Ἰακὼβ καὶ ἄλλοι, ταύτην μετὰ τῶν αὐτῆςαυτοις παίδων ἕλκοντες εἰς δουλίανδουλείαν ὄψονται ἀπαντῶντες τῷ βήματι τοῦ Κρείττονος. καὶ ταῦτα μὲν περὶ τούτου. ἐπεὶ τοίνυν ἐκείνων τῶν προδηλωθέντων Ἰακὼβ καὶ Σοφίας, ὡς ἀνωτέρω δεδήλωται, γεγένηται Ῥαχὴλ καὶ Ἐρεβέκκα καὶ Λία, καὶ Ῥαχὴλ μὲν μονήρημονίρημονερη βίον ἐξείλατο. Λία δὲ τίκτειτιγτει ΣοφίανΣοφια, καὶ Ἐρεβέκκα Εὐλογίαν καὶ Μάρθαν. ἄλλα Εὐλογία τὸν ἀσκητικὸν ἐκληρωσάτο βίον καὶ αὐτὴ, περιλείπεται δὲ ἐν τῷ ἐμῷ οἴκῳ διάγουσα. καὶ ἵνα μὴ χρόνῳ τινὶ ὑπό τινος ὡς εἰκὸς διαδεχομένων τὰ ἐμά, μακρογηρῴημακρωγηραιημακρωγηραιειη τὸν ἐμὸν λογιώτατον κληρονόμον, ἐπὶ πλείστην δὲ χρόνον τούτων φυλάξει τὸ θεῖον τῶν οἰκείων ἀπολαύοντα, ἵνα τοίνυν μὴ παρενοχληθῆναιπαρενοχλησαι οἷα δοῦλαιδοῦλοι τυγχάνουσαι· τούτου χάριν ἐπὶ τὴν παροῦσαν ἐλήλυθα ἔγγραφον ὁμολογίαν, διʼ ἧς ἐννοῶ μὲνμην αὐτὴν καὶ ἀκρίβως ἐπίσταμαι μὴ εἶναι παντελῶς δούλην μήτε ἐκ δούλης γεγενῆσθαι, καθʼ ὃν προαφηγησάμην τρόπον· εἰ δὲ καὶ ὡς εἰκὸς πειραθείη τις τῶν μετὰ ταῦτα παροχλῆσαι αὐτῇ, ἐκ ταύτης τῆς ἐγγράφου ὁμολογίας, ᾗτινι καὶ συναινεῖν παρεσκεύασα τόνδε τὸν λογιώτατον σὺν Θεῷ δὲ ἐμὸνεμων κληρονόμονκληρονομων, διʼ ἧς προτρέπομαι αὐτὴν ἐντεῦθεν ἤδη τὰ τῶν ἐλευθέρων διαπράξασθαι, καὶ τὰ δέοντα ποιεῖν. ἀκήκοα γὰρ αὐτῆς κατὰ τὸν παρόντα καιρὸν φθεγγομένης καὶ ἐρωτουμένηςἐρωτουμένης περί τινος κεφαλαίου ἀνήκοντος αὐτῇ ὡς· οὐ καθέστηκα ἐλευθέρα. καὶ τούτου χάριν τὸ κρίμα τοῦ Θεοῦ φοβηθεὶςφοβεθεὶς, καὶ ἐννοήσας τὴν φιλανθρωπίαν τοῦ Σωτῆρος κατεστενάξασα, καὶ ἐπὶ τὴν παροῦσαν ἦλθον ἔγγραφον ὁμολογίαν, διʼ ἧς ἐγγράφου ὁμολογίας προετρεψάμην αὐτὴν γνῶναι ὥς ἐστιν μὲν ἐλευθέρα. εἰ δὲ καὶ ὡς εἰκὸς δούλην αὐτὴν ἐπιχειρήσῃἐπιχειρῆσαί τις λέγειν , γινέσθω διὰ τῆς παρούσης ἐγγράφου ὁμολογίας ἐλευθέρα τοῦ τοῦ λοιποῦ, μὴ ὀχλουμένη ἐπεὶ ὑπʼ οὐδενὸςτινος μηδὲ ὑπὸ τοῦ ἐλλογιμωτάτουελλοκιμοτατου καὶ ποθεινοτάτου ἐμοῦ κληρονόμου τοῦ καὶ συναινέσαντος κατὰ κέλευσιν ἐμὴν καὶ ἐπιτροπὴν ταύτῃ τῇ ἐγγράφῳ ὁμολογίᾳ. τοῦ λοιποῦ τοίνυν μηδὲν ὑφοράσθωεφορασθω μήδε ἐννοείτω τινὰ δύνασθαι λέγειν αὐτὴν δούλην, ἀλλὰ ἔστω καθὼς προδεδήλωται ἐλευθέρα, μηδενὸς δυναμένου τὴν ἄνωθεν αὐτῇ δεδομένην ἐλευθερίαν καταβλάψαιCross-references (3)
- TM-Text 36279 primary
- DDbDP-Text p.cair.masp;1;67089vdpl tier-1
- HGV-Text 36279a tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.