Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.cair.masp.3.67294dupl
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
τοῖς πᾶσιν εὔδηλον καθέστηκεν ὡς τὴν ἄνωθεν καὶ ἐκ φύσεως προσκυρωθεῖσανπροσκυρωθεῖσην τοῖς ἀνθρώποις ἐλευθερίαν οὐδὲ χρόνοςχονος πολὺς οὐδὲ πλάνη παρακολουθήσασα μειῶσαι δυνήσεται. Ἰακὼβ γὰρ, ἐκ τῆς Ἀνταιοπολιτῶν ὁρμώμενος, καὶ διάξας μετὰ τοῦ ἐν ἁγίοις μου πατρὸς καιρὸν οὐκοὐχ ὀλίγον, πλείστην αὐτῷ θεραπείαν ἀπένειμεν. συνδιήγαγεν δὲ αὐτῷ καὶ Σοφία, σύμβιος ἐκείνου εὐνοϊκωτάτηεὐνοεικωτατα, παραμένουσα μετὰ τοῦ αὐτῆς ἀνδρὸς τοῦ προωνομασμένουπροονομασμένου Ἰακὼβ τῷ ἐν ἁγίοις δεσπότῃ μου τῷ ἐν λαμπρᾷ τῇ μνήμῃ πατρὶ. καὶ οὐδεμίαν ἐμφάνειαν πώποτε ηὖρον παρά τε τοῦ ἐμοῦ πατρὸς οὐδὲ μὴν συνάλλαγμα οὐδὲ παρʼ ἑτέρου οὐδὲ μὴν συνάλλαγμα, ὡς δοῦλοι καθεστήκασιν ἀπό τινος οἵου δήποτε νομίμου τίτλου. ἐξ ἐκείνωνεκεινου τοίνυν τῶν πρωονομασμένωνπροονομασμένων Ἰακὼβ καὶ Σοφίας, παῖδες καθεστήκασιν Λία καὶ Ῥαχὴλ καὶ Ῥεβέκκα. ἐκ Λίας τοίνυν τίκτεται παῖς Μάρκος· καὶ Μάρκος καὶ Σοφία, ἀλλὰ Λίας τέλει τοῦ βίου ἐχρήσατο, ὡς τὸ θεῖον ἐβουλήθη, μετὰ τοῦ αὐτῆς υἱοῦ Μάρκου. καὶ Σοφία δὲ ἡ περιοῦσα, θυγάτηρ δὲ ταύτης τῆς ἀπελθούσης Λίας τίκτει Ἰωάννην γεγένηται ἐξ ἧς τίκτεται Ἰωάννηνιωαννης καὶ Ἰσὰκ καὶ Ἰακὼβ καὶ ἔκ τινος ἐλευθερίου εσιας προ ἄλλοιαλλα, ταύτην μετὰ τῶν αὐτῶν παίδων ἕλκοντες εἰς δουλείαν ὄψονται ἀπαντῶντες τῷ φοβερωτάτῳ βήματι τοῦ Κρίττονος. καὶ ταῦτα μὲν περὶ τούτου. ἐπεὶ τοίνυν ἐκείνων τῶν προδηλωθέντων Ἰακὼβ καὶ Σοφίας, ὡς ἀνωτέρω δεδήλωται, γεγένηται Ῥαχὴλ καὶ Ῥεβέκκα καὶ Λία, καὶ Ῥαχὴλ μὲν μονήρη βίον εἵλατο. Λία δὲ τίκτει Σοφίαν τὴν περιοῦσαν τὰ νῦν καὶ Ῥεβέκκα Εὐλογίαν καὶ Μάρθαν. ἀλλὰ Εὐλογία τὸν ἀσκητικὸν ἐκληρώσατο βίον, περιλείπεται δὲ Μάρθα ἡ Εὐλογίας ἀδελφὴ, θυγάτηρ Ῥεβέκκας τῆς μακαρίας μονήρη βίον εἵλατο καὶ αὐτὴ, ἐν τῷ ἐμῷ οἴκῳ διάγουσαδιακουσα. καὶ ἵνα μὴ χρόνῳ τινὶ ὑπό τινος τῶν ὡς εἰκὸς διαδεχομένων τὰ ἐμὰ δίκαια, μακρογηρῴημακρωγηραη τὸν ἐμὸν λογιώτατον κληρονόμον, ἐπὶ πλεῖστον δὲ χρόνον τοῦτοντουτου τὸν ἐμὸν λογιώτατον υἱὸν καὶ κληρονόμον Βίκτορα φυλάξῃ τὸ θεῖον τῶν οἰκείων ἀπολαύοντα, ἵνα τοίνυν μὴ παρενοχλήσῃ Μάρθα οἵα δούλη τυγχάνουσατυγχάνουση, τούτου χάριν ἐπὶ τὴν παροῦσαν ἐλήλυθα ἔγγραφον ὁμολογίαν, διʼ ἧς ἐννοῶ μὲν αὐτὴν καὶ ἀκριβῶς ἐπίσταμαι μὴ εἶναι παντελῶς δούλην μήτε ἐκ δούλης γεγενῆσθαι, καθʼ ὅν προαφηγησάμην τρόπον· εἰ δὲ καὶ ὡς εἰκὸς πειραθείη τις τῶν μετὰ ταῦτα ἐνοχλῆσαι αὐτῇ, ἐκ ταύτης τῆς ἐγγράφου ὁμολογίας, ᾗτινι καὶ συναινεῖν παρεσκεύσασα τὸν λογιώτατον σὺν Θεῷ δὲ ἐμὸν κληρονόμον, διʼ ἧς προτρέπομαι αὐτὴν ἐντεῦθεν ἤδη τὰ τῶν ἐλευθέρων διαπράξασθαι καὶ τὰ δέοντα ποιεῖν τε καὶ τὰ τοῖς ἐλευθέροις ἁρμόττοντα. ἀκήκοα γὰρ αὐτῆς κατὰ τὸν παρόντα καιρὸν φθεγγομένης καὶ ἐρωτωμένηςερωτουμενης περί τινος κεφαλαίου ἀνήκοντος αὐτῇ ὡς οὐ καθέστηκα ἐλευθέρα. καὶ τούτου χάριν τὸ κρῖμα τοῦ Θεοῦ φοβηθεὶς καὶ ἐννοήσας τὴν φιλανθρωπίαν τοῦ Σωτῆρος ἀπεστέναξα, καὶ ἐπὶ τὴν παροῦσαν ἦλθονCross-references (3)
- TM-Text 701209 primary
- DDbDP-Text p.cair.masp;3;67294dupl tier-1
- HGV-Text 701209 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.