no image
DDbDP-text
Sale of House and Land via HGV-meta
Sale of a house share and an aroura of land at Panopolis. A private deed of sale from Panopolis in which Aurelius Hierax alias Eustephios, an Alexandrian councillor acting through his father Aurelius Eudaimon, sells to Aurelia Artemidora a share of a house and one aroura of planted land for 2 talents. It is dated to Pharmouthi of year 6 of Probus (AD 281). machine translation
Linked by Trismegistos ID
TM 20892.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιος Ἱέραξ ὁ καὶ Εὐστέφιος βουλευτὴς τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων …[…]
…[…]η…νυπο…[…]ν[…]δι
ἐμοῦ τοῦ πατρὸς αὐτοῦ Αὐρηλίου Εὐδαίμονος Σερήνου βουλευτοῦ τῆς αὐτῆς ἐπισταλέντος Αὐρηλίᾳ Ἀρτεμιδώρᾳ Βησαρίωνος μητρὸς Εὐδαιμονίδος καὶ ὡς χρηματίζεις ἀπὸ Πανὸς πόλεως χαίρειν.
ὁμολογῶ πεπρακέναι σοι ἐπὶ τοῦ β ἀμφόδου ἐν τῆι
αὐτῆι Πανὸς πόλει τὸ ὑπάρχον μοι μέρος δέκατον
τριακοστὸν ἀπὸ οἰκίας κοινῆς σὺν τῶι ἀνήκοντι χρηστηρίωι …[…]…ο…[…]ρος κλη[…]…υ[…]
[…]…σεν Ἁρσύτωι ιο[…]…α…[…]…
ματων πρὸς τὸ πέμπτον ἔτος ῥίσκων παρʼ Ἁρσύτου,
ἧς αἱ γειτνίαι δηλοῦνται διὰ τῶν περὶ αὐτῆς ἀσφαλειῶν
καὶ ὁμοίως ἐν τῆι αὐτῆι Πανὸς πόλει ἄρουραν μίαν ἐν πεδίωι Μαρίωνος ἐκ λιβὸς θυγατρὸς Διοσκόρου Καλυκᾶ ἐωνημένην ὑπʼ ἐμοῦ ἐν χέρσωι καὶ πεφυτευμένην τοῖς
ἐμοῖς ἐπιδαπανήμασι ἧς καὶ ταύτης αἱ γειτνίαι διὰ τῶν
περὶ αὐτῆς ἀσφαλειῶν δηλοῦνται, τὰ δὲ προκείμενα ἔσχον
προωνητικῷ δικαίωι τῷ ε ἔτει Πρόβου Σεβαστοῦ Παχὼν γ
παρὰ Φιλαπόλλωνος Φιλαπόλλωνος διὰ τοῦ ἐν τῆι λαμπροτάτηι Ἀλεξανδρείαι Αὐρηλίου Διδύμου διʼ Αὐρηλίου Ἰσιδώρου
δημοσίου χρηματιστοῦ. πέπρακά σοι ὠνῇ καὶ πράσει τιμῆς
τῆς συνπεφωνημένης πρὸς σὲ ὑπὲρ ἑκατέρας ἀργυρίου
Πτολεμαικοῦ παλαιοῦ νομίσματος ταλάντων δύο , ἅπερ ἔσχον
παρὰ σοῦ διʼ ἐμοῦ τοῦ προκειμένου πατρὸς Αὐρηλίου Εὐδαίμονος
πλήρη διὰ χειρός, πρὸς τὸ ἀπὸ τοῦ νῦν σε κυριεύειν τῶν πεπραμένων σοι καὶ ἐπικρατεῖν καὶ οἰκονομεῖν ὡς ἐὰν
αἱρῇ συγκομιζομένην τοὺς φόρους καὶ τελοῦσαν τὰ δημόσια, καὶ βεβαιώσω σοι περὶ αὐτῶν πάσηι βεβαιώσει παντὶ
καιρῶι ἀπὸ παντὸς τοῦ ἐπελευσομένου. τὸ δὲ γράμμα τοῦτο
τῆς πράσεως δισσὸν γραφὲν ἰδίοις μου γράμμασιν ἐξεδόμην σοι καὶ ἔστω κύριον καὶ βέβαιον ὡς ἐν δημοσίωι κατακεχωρισμένον, καὶ ὁπόταν θέλῃς ἀνοίσω σοι κατὰ δημόσιον χρηματισμόν, καὶ ἐπερωτηθεὶς περὶ τοῦ ταῦτα οὕτως
ὀρθῶς καλῶς γεγενῆσθαι ὡμολόγησα.
ἔτους ϛ τοῦ κυρίου ἡμῶν Πρόβου Σεβαστοῦ Φαρμοῦθι.
Αὐρήλιος Ἱέραξ ὁ καὶ Εὐστέφιος βουλευτὴς τῆς λαμπροτάτης
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.