no image
DDbDP-text
Sale of House and Land via HGV-meta
Sale of a house share and one aroura of land at Panopolis. Duplicate copy of a deed of sale from Panopolis in which Aurelius Hierax alias Eustephios, an Alexandrian councillor acting through his father Aurelius Eudaimon, sells a share of a house and one aroura of planted land in the plain of Marion to a woman (Aurelia Artemidora) for 2 talents of silver. Written in March/April 281. machine translation
Linked by Trismegistos ID
TM 20893.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
αἱ γειτνίαι δηλοῦνται διὰ τῶν περὶ αὐτῆς ἀσφαλειῶν καὶ ὁμοίως ἐν τῇ αὐτῇ πόλει ἄρουραν
μίαν ἐν πεδίῳ Μαρίωνος ἐκ λιβὸς θυγατρὸς Διοσκόρου Καλυκᾶ ἐωνημένην ὑπʼ ἐμοῦ
ἐν χέρσῳ καὶ πεφυτευμένην τοῖς ἐμοῖς ἐπιδαπανήμασιν ἧς καὶ ταύτης αἱ γειτνίαι διὰ
τῶν περὶ αὐτῆς ἀσφαλειῶν δηλοῦνται, τὰ δὲ προκείμενα ἔσχον προωνητικῷ δικαίῳ
τῷ ε ἔτει Πρόβου Σεβαστοῦ Παχὼν γ παρὰ Αὐρηλίου Φιλαπόλλωνος Φιλαπόλλωνος διὰ τοῦ
ἐν τῇ λαμπροτάτῃ Ἀλεξανδρείᾳ Αὐρηλίου Διδύμου διʼ Αὐρηλίου Ἰσιδώρου δημοσίου χρηματιστοῦ. πέπρακά σοι ὠνῇ καὶ πράσει τιμῆς τῆς συμπεφωνημένης πρὸς σὲ ὑπὲρ ἑκατέρας ἀργυρίου Πτολεμαικοῦ νομίσματος ταλάντων δύο , ἅπερ ἔσχον παρὰ σοῦ διʼ ἐμοῦ
τοῦ προκειμένου πατρὸς Αὐρηλίου Εὐδαίμονος πλήρη διὰ χειρός, πρὸς τὸ ἀπὸ νῦν
σε κυριεύειν αὐτῶν καὶ ἐπικρατεῖν καὶ οἰκονομεῖν ὡς ἐὰν αἱρῇ συγκομιζομένην τοὺς
φόρους καὶ τελοῦσαν τὰ δημόσια, καὶ βεβαιώσω σοι περὶ αὐτῶν πάσῃ βεβαιώσει παντὶ καιρῷ
ἀπὸ παντὸς τοῦ ἐπελευσομένου. τὸ δὲ γράμμα τοῦτο τῆς πράσεως δισσὸν γραφὲν ἰδίοις μου γράμμασιν ἐξεδόμην σοι καὶ ἔστω κύριον καὶ βέβαιον ὡς ἐν δημοσίῳ κατακεχωρισμένον, καὶ ὁπόταν θέλῃς ἀνοίσω σοι κατὰ δημόσιον χρηματισμόν, καὶ ἐπερωτηθεὶς περὶ τοῦ ταῦτα οὕτως ὀρθῶς καλῶς γεγενῆσθαι ὡμολόγησα.
ἔτους ϛ τοῦ κυρίου ἡμῶν Πρόβου Σεβαστοῦ Φαρμοῦθι.
Αὐρήλιος Ἱέραξ ὁ καὶ Εὐστέφιος βουλευτὴς τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων, διʼ ἐμοῦ Αὐρηλίου Εὐδαίμονος Σερήνου βουλευτοῦ τῆς αὐτῆς, πέπρακα τὸ προκείμενον μέρος δέκατον τριακοστὸν οἰκίας καὶ ἄρουραν μίαν , καὶ ἀπέσχον τὰ τῆς τιμῆς ἀργυρίου τάλαντα δύο[…]…[…] τάδε, καὶ ἐπηρώτημαι ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.