Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.dion.20

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλευόντων Κλεοπάτρας θεᾶς Εὐεργέτιδος τῆς καὶ Φιλομήτορος καὶ Πτολεμαίου τοῦ ἈλεξάνδρουΦιλομήτορος Σωτείρας καὶ Πτολεμαίου Ἀλεξάνδρου ἐπικαλουμένου, τοῦ υἱοῦ, θεοῦ Φιλομή τοροςΦιλομήτορος Σωτῆροςἔτους δωδεκάτου τοῦ καὶ ἐνάτου, ἐφʼ ἱερέως βασιλέως Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου θεοῦ Φιλομήτορος Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπα τόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Φιλοπάτορος καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων καὶΦιλομητόρων Σω τήρωντῶν ἄλλων τῶν ὄντων καὶ οὐσῶν ἐν Ἀλεξανδρείαι, μηνὸς Περιτίου τετράδι καὶ εἰκάδι, Χοιὰχ τετράδι καὶ εἰκάδι, ἐν Κροκοδίλων πόλει τῆι καὶ Ἀκώριος τοῦ Μωχίτου τόπου, νομοῦ δʼ Ἑρμοπολίτου. ἐδάνεισεν Ἱππόνικος Πτολεμαίου Μακεδὼν ἑκατόνταρχος Διο νυσίωι Κεφαλᾶτος Πέρσηι τῆς ἐπιγονῆς καὶ τῆι τούτου μητρὶ Σαραπι άδι τῆι καὶ Σεναβέλλει Ἡλιοδώρου Περσίνηι καὶ τῆι γυναικὶ αὐτοῦ Ἰσιδώραι Ἑρμοφίλου Περσίνηι, μετὰ κυρίου τοῦ αὐτοῦ Διονυσίου, πυροῦ στερεοῦ ἀρτάβας ἑκκαίδεκα , ἃς μεμέτρηνται παρʼ αὐτοῦ ἐξ οἴκου, τόκων ἡμιολίων, ἀρτάβαις ὀκτώ · τὸν δὲ πυρὸν καὶ τοὺς τόκους, τὰς πάσας πυροῦ ἀρτάβας εἴκοσι τέσσαρες , ἀποδότωσαν οἱ δεδανεισμένοι Ἱππονίκωι ἢ τοῖς παρʼ αὐτοῦ ἐν μηνὶ Λωίωι ὅς ἐστιν Παῦνι τοῦ προγεγραμμένου ἔτους, πυρὸν νέον καθαρὸν ἄδολον, μέτρωι τῶι πρὸς τὸ χαλκοῦν καὶ σκυτάληι δικαίαι καὶ καταστησάτωσαν ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρμον τοῖς ἰδίοις ἀναλώμασι, ἄνευ δίκης καὶ κρίσεως καὶ πάσης κακοτεχνίας· ἐὰν δὲ μὴ ἀποδῶσιν καθʼ ἃ γέγραπται, ἀποτεισάτωσαν τιμὴν ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς τρισχιλίας καὶ μηθὲν ἧσσον· ἔτους ιβ τοῦ καὶ θ Χοιὰχ κδ· δάνειον Ἱππονίκου πρὸς Διονύσιον καὶ Σεναβέλλιν καὶ Ἰσιδώραν πυροῦ ἀρταβῶν κδ· ἀποδότωσαν Παῦνι τοῦ αὐτοῦ ἔτους· συγγραφοφύλαξ· Ἀπολλώνιος Πολυκράτου. Ἱππονίκου Ἀπολλωνίου Ἀγήνορος Διονυσίου Διονυσίου Πτολεμαίου Ἀπολλωνίου

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.