Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.dura.26

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἐπρίατο Ἰούλιος Δημήτριος, πάλαι στρατιώτης σπείρης γ Σεβαστῆς, οἰκῶν ἐν Ῥακουκαίθα, παρὰ Ὀταρναίου Ἀβαδάβου κώμης Σαχαρη δααουαράη τὴν ὑπάρχουσαν αὐτῷ χώραν κειμένην ἐν ὁρίοις τῆς αὐτῆς κώμης, ἣν ἐώνηται παρὰ Ἁββειβᾶ συνκωμήτου αὐτοῦ ἐν τόπῳ ἐπικαλουμένῳ Ζαιραδασαχαράη, ὅσου ἐστὶν μέτρου, ἐπικαλουμένην Καρκαφά, δηναρίων ροε. ἐπὶ ὑπάτων Νουμμίου Ἀλβείνου καὶ Λαιλίου Μαξίμου, πρὸ ἑπτὰ Καλανδῶν Ἰουνίων, ἐπὶ τῶν ἐπιβεβλημένων καὶ ἐσφραγισμένωνἐσφραγισμένων ἀνδρῶν ἐν Σαχάρῃ παραχειμασίᾳ σπείρης γ Σεβαστῆς Θρᾳκῶν. ἐπρίατο Ἰούλιος Δημήτριος πάλαι στρατιώτης σπείρης τῆς προγεγραμμένης, οἰκῶν ἐν Ῥακουκαίθα, παρὰ Ὀταρναίου Ἀβδάβου κώμης Σαχα ρηδααουαράη τὴν ὑπάρχουσαν αὐτῷ χώραν κειμένην ἐν ὁρίοις τῆς αὐτῆς κώμης, ὅσου ἐστὶν μέτρου, ἣν ἐώνηταιἐνωται παρὰ Ἁββειβᾶ Βωζάνου συνκωμή του αὐτοῦ, ἐν Ζαιραδασαχαράη ἐν τόπῳ ἐπικαλουμένῳ Καρκαφθά, σὺν εἰσόδῳ καὶ ἐξόδῳ καὶ τοῖς ἐνοῦσι δένδροις καρποφόροις τε καὶ ἀκάρποις καὶ παντὶ δικαίῳ τῆς αὐτῆς χώρας, τιμῆςτειμῆς ἀργυρίου δηναρίων ἑκατὸν ἑβδομήκοντα πέντε , ἣν τιμὴντειμὴν ἀπέσχεν ὁ πεπρακὼς παρὰ τοῦ ἐωνημένου καὶ τὴν χώραν αὐτῷ ἔδωκεν εἰς τὸ ἔχειν αὐτὸν κυρίως καὶ βεβαίως εἰς τὸν ἅπαντα χρό νον κτᾶσθαι χρᾶσθαι πωλεῖν διοικεῖν τρόπῳ ᾧ ἂν αἱρῆται, γείτονες τῆς αὐτῆς χώρας ἀπὸ μὲν ἀνατολῶν κανάλιν ὕδατος καὶ Ἁβούρα ποταμός, δυσμῶν ἄμ πελος τοῦ ἠγορακότος, νότου Ἀβδελάθ, βορρᾶ αὐτοῦ ἐστι τοῦ ἠγορακότος καὶ Ἀβδελάθ, εἰ δέ τις λήθη ἤ ἐστιν ἢ ἐγένετο ἐν ταῖς γειτνίαις, οὐκ ἔσται ἀντίρ ρημα, ἦν δὲ πρὸ τούτου ἐν τῇ αὐτῇ χώρᾳ στελέχη ἀμπέλων ἑξακόσια · τοῦ πεπρακότος παρεχομένου τῷ ἠγορακότι τὸ αὐτὸ ἀγόρασμα ἀνέπαφον καὶ ἀνεπιδάνειστον καὶ ἀναμφισβήτητον πάσης ἀμφισβητήσεως καὶ κα θαρὸν ἀπὸ παντὸς ἀντιποιουμένου, ἐὰν δὲ μὴ παράσχηται ἀκολούθως, ἐνποιηθεὶς δέ τις ἐκνικῆταιἐγνεικῆται τὸ αὐτὸ ἀγόρασμα ἢ μέρος αὐτοῦ, ὁ πεπρα κὼς διαδικήσει καὶ καθαροποιήσει τῷ ἐωνημένῳ, εἰ δʼ οὐ, ἐκτείσει αὐτῷ τὴν τιμὴν διπλῆν καὶ τὸ βλάβος ὁμοίως· τοῦ ἠγορακότος διδοῦντοςδειδοῦντος πᾶν τὸ ἐπιβάλλον τῇ αὐτῇ χώρᾳ εἰς λόγον κυριακοῦ καὶ κωμητικῆς ὑπηρεσίας· κυρίας οὔσης τῆσδε τῆς ὠνῆς πανταχοῦ προφερομένης. πίστει ἐπηρώτησεν ὁ ἠγορακὼς καὶ πίστει ὡμολόγησεν Ὀταρναῖος ὁ πεπρακώς. Αὐρῆλις Σαλμάμες, οὐετρανός, ἐρωτηθεὶςἐρωτηθὶς ἔγραψα ὑπὲρ Ὀταρναίου Ἀβα δάβου ἀγραμμάτουἀγραμάτου, ὁμολογουμένου ἀποδόσθαι τὴν ὑπάρχουσαν αὐτῷ χώ ραν καὶ ἀπεσχηκέναιἀπεσκεκένε δηνάρια ἑκατὸν ἑβδομήκοντα πέντε καὶ εὐδο κεῖν κατὰ τὰ προγεγραμμέναπρογεγρομένα. Flavis Serapeio nuntius. signavi ἸούλιοςἸύλιος Δειογένης κορνικουλάριος μαρτυρῶ Claudius Theodorus optio signavi Iulius Monimus tesserarius signavi Vepo Flavianus tubicen signavi

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.