no image
DDbDP-text
ἐπὶ ὑπάτων τοῦ κυρίου ἡμῶν Γορδιανοῦ εὐτυχοῦς
σεβαστοῦ τὸ δεύτερον καὶ Κλαυδίου Πομπηιανοῦ πρὸ δεκαμιᾶς καλανδῶν Μαίων μηνὸς Ξανθικοῦ μιᾷ εἰκάδι
ἐν Ἀππαδανᾳ Μαρκ… Αὐρηλι…[…]…ε…
ἀπὸ ἀριθμοῦ Παλμυρηνῶν α…[…]
Σαλμανα μι…[…]…τη Μαζαβανα κώμης Δυσάριος
χαίρειν. ἐπεὶ ἀπώλετο συμβόλαιον δανειακὸν δηναρίων
μυρίων δισχιλίων ἐν ᾧ ἐχρεώστεις τὸ ἐμοί τε καὶ τοῖς
ἀδελφοῖς καὶ μητρί μου καταλειφθὲν ἡμῖν ὑπὸ
Σιγιλλίου πατρὸς ἡμῶν καὶ ἐπεζήτησας οὐχ εὗρον
φώριον εἰς σὲ ἀλλὰ ἵνα ἀόχλητόν σε φυλάξω
καὶ ἀζήμιον καὶ ἀπράγμονα ἀπέλυσά σε τοῦ κατʼ ἐμὲ μέρους καθὰ ὅρκῳ ἐπείσθην ὑπὸ σοῦ ὡς
ὅτι οὐχ εὗρες οὔτε σύνοιδες τῷ εὑρόντι ἢ νοσφισαμένῳ καὶ ὤμοσα τὴν τύχην τοῦ κυρίου
ἡμῶν Μάρκου Ἀντωνίου Γορδιανοῦ εὐτυχοῦς
μὴ ἐγκαλεῖν σε περί τινος τὸ καθόλου ἢ ἑτέρου τινὸς
ἀγράφου ἢ ἐνγράφου ἁπλῶς τὸ σύνολον· ἔγραψα
ἰδίᾳ μου χειρὶ ἁπλοῦν ἀμάρτυρον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.