no image
DDbDP-text
Contratto d’affitto via HGV-meta
Lease of a vineyard with obligations of cultivation. The surviving end of a lease of a vineyard from Hermopolis, in which the lessee Onnophris undertakes trellis work, trenching, irrigation and weeding, and promises the lessor Aphrodisia annual payments in dates, loaves, oil and cash. It is dated to the reign of Antoninus Pius, on Mesore 27. machine translation
Linked by Trismegistos ID
TM 19384.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
[…]…[…]… σκορπιῶ
…καλαμουργήσω κατʼ ἔτος ἐκ καίνης κλίνεα πεντάστυλα εἴκοσι καὶ τῶν λοιπῶν τὸν ὑποστυλισμὸν
ἐμοῦ τῆς Ἀφροδισίας χορηγούσης κάλαμον καὶ
σχοινία καὶ ἀπορυγιῶι κατʼ ἔτος ἀπόρυγας εἴκοσι
καὶ τὸν ἀντλητὸν ἐπιτελέσω ἀπὸ Φαρμοῦθι νεομηνίας μέχρι τοῦ ἐσομένου ἀπὸ ποδὸς ποτισμοῦ τοῖς ἐπιβάλλουσι τῷ ἀμπελῶνι κηλωνείοις ἐμαυτοῦ παρεχόμενος καὶ τὸν ἀνδηρευτήν, τῶν
ἐν τῷ ἀμπελῶνι ἀκροδρύων πάντων ὄντων
ἐμοῦ τοῦ μισθουμένου ἐξ ὧν δώσω κατʼ ἔτος
φοίνικος ξηροῦ πατητοῦ ἀρτάβας δύο καὶ φοίνικος κατʼ ἔτος ἐνκάρπου ἐπʼ ἐκλογῇ ἑνὸς
καὶ σφυρίδα μίαν ἀρταβιείαν ἐπιληνίοις
ἄρτων ζεύγη δέκα ἐλαίου κοτύλας δύο ὄψου
δραχμὰς δύο ἔχω πρὸς ὑπουργίαν τῶν ἔργων
ἄμην καὶ δώσω κατʼ ἔτος ξύλων καθάρσεων
γόμον ἕνα καὶ μετὰ τὸν χρόνον παραδώσω
τὸν ἀμπελῶνα καθαρὸν ἀπὸ θρύου καλάμου ἀγρώστεως
δείσης πάσης καὶ ταῖς πλασταῖς συνεστώσαις
Ὀννῶφρις ἐτῶν με οὐλὴ δακτύλῳ
ἔτους […]β Ἀντωνίνου Καίσαρος τοῦ κυρίου
Μεσορὴ κζSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.