no image
DDbDP-text
Mauvaise administration d’un supérieur de monastère via HGV-meta
Linked by Trismegistos ID
TM 37232.
Each record below describes this same artifact or text from a different angle.
[r]
†
κατὰ τὴν δευτέραν τοῦ παρόντος μηνὸς Φαμενὼθ
κατέλαβεν τὸν ὅρμον τοῦ μοναστηρίου Ἀφροδιτοῦς ὁ μεγαλοπρεπέστατος
κόμες Ἰωάννης, πέμψας μοι γράμματα τῆς σῆς θεοφιλοῦς εὐτεκνίας,
καὶ ἐκ τούτων γνοὺς τὴν ῥῶσιν αὐτῆς, ἐδόξασα τὸν δεσπότην Θεὸν·
προετρεψάμην δὲ τὴν αὐτοῦ μεγαλοπρέπειαν ἀνελθεῖν εἰς τὰ
μοναστήρια καὶ ἐπισκέψασθαι τὴν τούτων διοίκησιν. οὐκ ἠνέσχετο
τέως τοῦτο ποιῆσαι, ἀλλ ὅμως ὡς ἐξήλθαμεν τῇ τρίτῃ ἕωθεν
εἰς τὸ κτῆμα τὸ λεγόμενον Περνίς, μετεστειλάμην αὐτὸν ἐκεῖσε,
ὀφείλων διαλεχθῆναι αὐτῷ τὰ εἰκότα ἰδιαζόντως πρὸ τοῦ ἀνάπλου
ἡμῶν, καὶ φθασάσης τῆς αὐτοῦ μεγαλοπρεπείας, κατέλαβον καὶ
οἱ εὐλαβέστατοι ἀδελφοὶ τοῦ μοναστηρίου Στρατονικίδος, κατακράζοντες Ἰερημίου τοῦ προεστῶτος, καὶ λέγοντες μυρίας βίας
περί τε τῆς ἀνατροπῆς τοῦ μοναστηρίου, περί τε τῶν τούτου χρεῶν
ἐπὶ τοῦ χρόνου τῆς διοικήσεως αὐτοῦ, καὶ ἀκούσας ὁ αὐτὸς μεγαλοπρεπέστατος
ἀνὴρ τὰ παρʼ αὐτῶν λεχθέντα, μάλιστα ὅτι οὐκ ὑπάρχει σήμερον
τῷ μοναστηρίῳ ἐκείνῳ εἷς ξέστης ἐλαίου, καὶ ἓν κνίδιον οἴνου,
καὶ δέκα ἀρτάβας σίτου ἠγανάκτησεν πάνυ κατὰ τοῦ αὐτοῦ Ἰερημίου,
καὶ οὐ συνεχώρησεν αὐτὸν ἀνελθεῖν μεθʼ ἡμῶν ἕως τῆς Βαῦ †,
ἀλλὰ ἀφῆκεν ἐν τῷ μοναστηρίῳ Ἀφροδιτοῦς, ἄχρι ἀποθέσεως
τῶν λόγων αὐτοῦ σὺν Θεῷ μετὰ τὴν διοίκησιν τοῦ πρώτου μοναστηρίου
τῆς Βαῦ. λοιπάζεται γὰρ ὁ λόγος αὐτοῦ τετρακοσία νομίσματα
μικρῷ ἢ πρός, ὑπὲρ μόνης τῆς διοικήσεως τοῦ μοναστηρίου
ἑνὸς ἐνιαυτοῦ τῆς πρώτης ἰνδικτιῶνος, χωρὶς τῶν ἄλλων χρεῶν
τῶν δανειστῶν συντείνοντων εἰς ἕτερα τριακόσια δεκατέσσαρα νομίσματα
καὶ κατʼ αὐτὴν τὴν ἡμέραν ἡμέραν ἀντεπέρασεν μετὰ τῶν θεοσεβεστάτων
ἀδελφῶν Ἰακώβου, Ἀγαθοῦ, Φοιβάμμωνος, βουλόμενος ἅμα αὐτοῖς
βερετοις προλαβεῖν ἐπὶ τὴν Ἀντινόου, καὶ πρὸς εἴδησιν τῆς
ὑμετέρας θεοφιλοῦς εὐτεκνίας ταῦτα γέγραφα, ἀνέρχεται δὲ
μεθʼ ἡμῶν Ἰερημίας, ὁ προεστὼς τοῦ μοναστηρίου Ἀφροδιτοῦς
ἕως τῆς Ἀντινόου. ἀσπάζομαι πρὸ πάντων τὴν σὴν ἀδελφικὴν
θεοφιλίαν ἐν Κυρίῳ, μετὰ πάντων τῶν σὺν αὐτῇ καὶ ἀγαπώντων
αὐτὴν ἀδελφῶν. οἱ σὺν ἐμοὶ ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ·
τὸ μοναστήριον Ταντωνα καλῶς κεῖται. † Φαμενὼθ γ, ἰνδικτιῶνος β.
μὴ ὀλιγωρήσῃ δὲ ἡ ὑμετέρα θεοφιλία κατὰ τοῦ γραμματηφόρου·
ἐπειδὴ ἐκράτησα αὐτὸν ἐνταῦθα ἄχρι παρουσίας τοῦ μεγάλου κόμιτος,
καὶ εἶθʼ οὕτως ἀπέλυσα αὐτὸν πρὸς ὑμᾶς †
[v,ctr]
† τῷ τὰ πάντα θεοφιλεστάτῳ πνευματικῷ ὑιῷ ἀββᾶ Γεωργίῳ προεστῶτι,
[v,md]
ἀββᾶ Ἀνδρέας ἐλεεινός.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.