no image
DDbDP-text
Contrat de vente de graines de légumes avec paiement anticipé via HGV-meta
Advance payment for vegetable seed to be delivered in Hathyr. A contract in which Stotoetis, a man from Soknopaiou Nesos, acknowledges receiving 432 drachmas in advance from Didymos, agent of Flavia Diokleia, for vegetable seed he must deliver in the month of Hathyr at the price then current. It was drawn up at Dionysias in the Arsinoite nome in October 141. machine translation
Linked by Trismegistos ID
TM 11248.
Each record below describes this same artifact or text from a different angle.
ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου
Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, μηνὸς Ἀπελλαίου ι Φαῶφι ι ἐν Διονυσιάδι τῇ πρὸς τοῖς χαλκωρυχείοις
τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ
Στοτοῆτις δεύτερος Στοτοήτιος τοῦ Στοτοήτιος μητρὸς Ταφιώμιος, ἀπὸ κώμης Σοκνοπαίου Νήσου Ἡρακλείδου
μερίδος, Πέρσης τῆς ἐπιγονῆς, ὡς ἐτῶν τριάκοντα , ἄσημος, Φλαουίᾳ Διοκλείᾳ, διὰ Διδύμου τοῦ Μάρωνος φροντιστοῦ, ὡς ἐτῶν ἑξήκοντα δύο, οὐλὴ δακτύλῳ δευτέρῳ
χειρὸς δεξιᾶς, ἔχειν τὸν ὁμολογοῦντα Στοτοῆτιν παρὰ
τοῦ Διδύμου ἐκ τοῦ τῆς Φλαουίας Διοκλείας λόγου
κεφαλαίου ἀργυρίου δραχμὰς τετρακοσίας τριάκοντα δύο εἰς τειμὴν λαχανοσπέρμου τῆς ἐσομένης
τειμῆς ἐν Διονυσιάδι τῷ Ἁθὺρ μηνὶ τοῦ ἐνεστῶτος
πέμπτου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου.
τὸ δὲ λαχανόσπερμον ἀποδότω ὁ Στοτοῆτις τῷ Διδύμῳ ἢ τῇ Φλαουίᾳ Διοκλείᾳ ἐν τῷ αὐτῷ μηνὶ Ἁθὺρ τοῦ αὐτοῦ ἐνεστῶτος πέμπτου ἔτους
Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας, τῆς πράξεως οὔσης
τῷ Διδύμῳ ἢ τῇ Φλαουίᾳ Διοκλείᾳ ἔκ τε τοῦ Στοτοήτιος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης.
Στοτοῆτις Στοτοήτιος μητρὸς Ταφιώμιος, ὁμολογῶ ἔχειν παρὰ τοῦ
Διδύμου ἐκ τοῦ τῆς Φλαυίας Διοκλείας λόγου ἀργυρίου
δραχμὰς τετρακοσίας τριάκοντα δύο , εἰς τιμὴν λαχανοσπέρματος ἐσομένης τιμῆς, καὶ ἀποδώσω
νουμηνίᾳ Ἁθὺρ τοῦ ἐνεστῶτος πέμπτου ἔτους, ὡς πρόκειται, Διδύμῳ Μάρωνος φροντιστῇ τῆς Φλαυίας
Διοκλείας γυ…[…]ς καὶ ἀποδώσω καθὼς
πρόκειται. ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου
Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς. Φαῶφι ι. ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος ἔγραψα […]…[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.