no image
DDbDP-text
Darlehns - Schuldschein via HGV-meta
Loan of two gold solidi with monthly interest from a Hermopolite councillor. A loan contract from Hermopolis, dated 22 October 364, in which Philammon son of Hermeias acknowledges borrowing two gold solidi from the city councillor Aurelius Okeanios son of Dioskourides. He agrees to pay monthly interest of one third of a gramma of gold and to repay the capital on demand. machine translation
Linked by Trismegistos ID
TM 22332.
Each record below describes this same artifact or text from a different angle.
[r]
μετὰ τὴν ὑπατείαν Οὐαλεντινιανοῦ Αὐγούστου καὶ Φλαυίου
Οὐάλεντος Αὐγούστου.
[…]ος Φιλάμμων Ἑρμείου […]…[…]… Ἑρμοῦ
πόλεως τῆς λαμπροτάτης ἑξῆς ὑπογράφων
Αὐρηλίωι Ὠκεανίωι Διοσκουρίδου πολιτευομένωι
τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἐσχηκέναι
καὶ δεδανεῖσθαι παρά σου εἰς ἰδίαν μου καὶ
ἀναγκαίαν χρείαν διὰ χειρὸς ἐξ οἴκου σου χρῆσιν
κεφαλαίου μόνου χρυσοῦ νομισμάτια δεσποτικὰ
εὐχάρακτα δίζῳδα δύο γίνονται χρυσοῦ νομισμάτια β. ἐφʼ ᾧτε
τούτων ἀκεραίων ὄντων καὶ ἀκινδύνων
δοῦναί σοι καθʼ ἕκαστον μῆνα ὑπὲρ λόγου ἀποτάκτου ἐπικερδίας χρυσοῦ γράμματος τρίτον
τοῦ χρόνου λογιζομένου ἀπὸ τοῦ ἑξῆς μηνὸς Ἁθὺρ
τῆς ἐνεστῶσης η ἔτους ἰνδικτίωνος ἀνυπερθέτως
μέχρι ἀποδόσεως τῶν προκειμένων νομισματίων δύο ἃ καὶ ἀποδώσω σοι ὁπηνίκα ἐὰν
αἱρῇ μετὰ καὶ τῆς συναχθησομένης ἐπικερδίας,
γενομένης σοι τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν
ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης. τὸ
γράμμα κύριον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Φαῶφι κε.
[…] Φιλάμμων ὁ προκείμενος ἔσχον τὰ τοῦ χρυσοῦ νομισμάτια δύο καὶ ἀποδώσω μετὰ τῆς συναχθεισομένης ἐπικερδίας ὡς πρόκειται.
διʼ ἐμοῦ φιλοσαράπιδος ἐγράφη.
[v]
χειρόγραφον Φιλάμμωνος Ἑρμείου ἀρ……Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.