no image
DDbDP-text
Scheidungsurkunde via HGV-meta
Linked by Trismegistos ID
TM 11620.
Each record below describes this same artifact or text from a different angle.
ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος
Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαμενὼθ
κα ἐν Τεβτύνι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογοῦσιν ἀλλήλοις
Θενστοτοῆτις ὡς ἐτῶν δέκα ἓξ ἄσημος
μετὰ κυρίου τοῦ πατρὸς Ἥρωνος τοῦ Νείλου
ὡς ἐτῶν τεσσαράκοντα τεσσάρων οὐλὴ
δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς καὶ αὐτὸς
Ἥρων καὶ ὁ γενάμενος τῆς Θενστοτοήτιος
ἀνὴρ Λυσᾶς ἀπελεύθερος Ἡρακλείας τῆς
Λυσιμάχου ὡς ἐτῶν εἴκοσι δύο οὐλὴ γόνατι
δεξιῷ καὶ Σωσᾶς Ἁρεώτου ὡς ἐτῶν πεντήκοντα τεσσάρων οὐλὴ ἀντικνημίῳ δεξιῷ,
οἱ τέσσαρες , Θενστοτοήτιος μὲν καὶ Λυσᾶς
συνῆρθαι τὴν πρὸς ἀλλήλους συνβίωσιν,
ἥτις αὐτοῖς συνεστήκει ἀπὸ συνγραφῆς ὁμολογίας
γάμου τελειωθείσης διὰ τοῦ αὐτοῦ γραφίου τῷ
πέμπτῳ ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ Κυρίου
Ἁθύρ … ἣν καὶ ἀναδεδωκέναι …[…] εἰς
ἀθέτησιν καὶ ἀκύρωσιν, Ἥρων δὲ ἀπέχειν
παρὰ τοῦ Σωσᾶ τὰς διὰ τῆς συνγραφῆς
φερνῆς ἀργυρίου δραχμὰς τριακοσίας καὶ τὰ παράφερνα πάντα καὶ ἐξεῖναι ἑκατέρῳ αὐτῶν
τὰ καθʼ ἑαυτὸν οἰκονομεῖν ὡς
ἐὰν αἱρῆται, τῇ δὲ Θενστοτοήτι ἐξαῦτις συναρμόζεσθαι ᾧ ἐὰν βούληται ἀνδρὶ ἀσυκοφαντήτῳ οὔσῃ παρὰ τοῦ Λυσᾶ καὶ μὴ ἐπελεύσεσθαι ἐπʼ ἀλλήλους περὶ μηδενὸς τῶν
τῇ συμβιώσει ἀνηκόντων μηδενὸς ἁπαξαπλῶς πράγματος μέχρι τῆς ἐνεστώσης
ἡμέρας. ὑπογραφεὺς Μαρεψῆμις Πακήβκιοςὡς ἐτῶν μη οὐλὴ ῥινί.
Λυσᾶς ἀπελεύθερος Ἡρακλείας καὶ Σωσᾶς
Ἁρεώτου […]…α…δ συνῆρσθαι τὴν πρὸς
τὴν Θενστοτουῆτιν συνβίωσιν καὶ μὴ
ἐπελεύσεσθαι ἐπʼ ἀλλήλους ἁπαξαπλῶς.
ἔγραψεν ὑπὲρ αὐτῶν ΜαρεψῆμιςΠακήβκιος
μὴ εἰδότων γράμματα. Θενστοτοῆτις μετὰ κυρίου τοῦ πατρὸς Ἥρωνοςσυνῆρσμαι
τὴν συνβίωσιν καὶ ἀπέχω τὴν φερνήν. Ἥρων
ἔγραψα ὑπὲραὐτῆς διὰ τὸ μὴεἰδέναι γράμματα. ……ηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.