no image
DDbDP-text
Atto di divorzio via HGV-meta
Linked by Trismegistos ID
TM 12392.
Each record below describes this same artifact or text from a different angle.
ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου
Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς, Μεχεὶρ α, ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογοῦσιν ἀλλήλοις Τεφερσάϊς Ἥρωνος ὡς ἐτῶν εἴκοσι , ἄσημος, καὶ ἡ ταύτης μήτηρ
Ταορσενοῦφις Ὀρσέως ὡς ἐτῶν τεσσεράκοντα τρεῖς ,
οὐλὴ χειρὶ ἀριστερᾷ, ἀμφότεραι μετὰ κυρίου τοῦ τῆς
Ταορσενούφεως πατρὸς Ὀρσέως τοῦ Ὀρσέως, ὡς ἐτῶν
ἑξήκοντα ἑπτά , οὐλὴ πήχει δεξιῶι, καὶ ὁ γενόμενος
τῆς Τεφορσάιτος ἀνὴρ Πρωτᾶς, ὡς ἐτῶν εἴκοσι ἑνός ,
οὐλὴ μετώπῳ, καὶ ὁ τούτου πατὴρ Αὐνῆς Ὀννόφρεως,
ὡς ἐτῶν τεσσεράκοντα ἕξ , οὐλὴ ἀντίχειρι ἀριστερῶι,
οἱ τέσσαρες , Τεφερσάϊς μὲν καὶ Πρωτᾶς συνῆρσθαι
τὴν πρὸς ἀλλήλων συμβίωσιν, ἥτις αὐτοῖς συνεστήκει
ἀπὸ συνγραφῆς ὁμολογίας γάμου τετελεσμένης διὰ
τοῦ αὐτοῦ γραφείου τῷ πρώτῳ καὶ εἰκοστῷ ἔτει θεοῦ
Ἁδριανοῦ μηνὶ Παχὼν ιδ, ἣν καὶ συνχωροῦσι ἄκυρον
εἶναι, καὶ ἐξεῖναι ἑκατέρῳ αὐτῶν τὰ καθʼ ἑαυτὸν οἰκονομεῖν
ὡς ἐὰν αἱρῆται, τῇ δὲ Τεφορσάϊτι σὺν ἑτέρῳ ἀνδρὶ
συμβιοῦν ἀσυκοφαντήτῳ οὔσῃ κατὰ πάντα τρόπον.
Ταορσενοῦφις δὲ ἡ μήτηρ ἀπέχειν παρὰ τοῦ Αὐνέου
τὴν διὰ τῆς συνγραφῆς φερνὴν ἀργυρίου δραχμὰς
ἑκατὸν ἑξήκοντα καὶ τὰ παράφερνα, ἅπαντες δὲ μὴ
ἐπελεύσεσθαι ἐπʼ ἀλλήλους περὶ τῶν ἄλλων τῶν εἰς τὴν
συμβίωσιν ἀνηκόντων μηδὲ περὶ πράγματος παντὸς μέχρι νῦν. ὑπογραφεῖς Ἵππαλος Χράτου ἐτῶν ξθ οὐλὴ …
δεξιῷ καὶ Χαιρήμων Βάστου ἐτῶν[…]οὐλὴ …[…]
Πρῶτας καὶ Αὐνῆς[…]…υπ… ὁμολογοῦμεν
συνῆρσθαι Τεφερσάϊν συμβιώσεικαὶ μὴ
ἐγκαλεῖν καθὼς πρόκιται. ἔγραψα ὑπὲρ
αὐτῶν μὴ εἰδότων γράμματα Χερήμων
Βάστου. Τεφερσὰς Ἥρωνος καὶ ἡ μήτηρ αὐτῆς
Ταορσενοῦφις μετὰ κυρίου Ὀρσέως τοῦ Ὀρσέως
Τεφερσὰς μὲν συνῆρσθαι τὴν πρὸς τὸν
Πρωτᾶν συνβίωσιν, Ταορσενοῦφις δὲ
ἀπέχειν παρʼ Αὐνέους τὴν φερνὴν καὶ
τὰ παράφερνα καὶ μὴ ἐγκαλεῖν καθὼς
πρόκιται. ἔγραψα ὑπὲρ αὐτῶν Ἵππαλος Χράτου μὴ εἰδότων γράμματα. ἀναγέγραπται
διὰ τοῦ ἐν Τεβτύνι γραφείου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.