no image
DDbDP-text
Receipt for partial return of a dowry from a soldier of the cohort of Apamenians. A private receipt (chirograph) in which Petronia Sarapias, acting with her brother as guardian, acknowledges receiving back 400 of the 1,000 drachmas of her dowry from Julius Apolinarius, a soldier of the first cohort of Apamenians, reserving her claim to the remaining 600. It is dated 5 April AD 145. machine translation
Linked by Trismegistos ID
TM 19960.
Each record below describes this same artifact or text from a different angle.
Πετρωνία Σαραπιὰς μετὰ κυρίου τοῦ
ἀδελφοῦ Γαΐου Πετρωνίου Μαρκέλλου
Ἰουλίῳ Ἀπολιναρίῳ στρατιώτῃ χώρτης
πρώτης Ἀπαμηνῶν ἑκατονταρχίας
Ἰουλιανοῦ χαίρειν ὁμολογῶ
ἀπεσχηκέναι παρὰ σοῦ ἀφʼ ὧν προσήνεγκά σοι ἐν προικὶ δραχμῶν χιλίων
διὰ δημοσίου χρηματισμοῦ ἀργυρίου
δραχμὰς τετρακοσίας διὰ χειρὸς μὴ
ἐλαττουμένης μου περὶ τῶν λοιπῶν
ἀργυρίου δραχμῶν ἑξακοσίων τὸ δὲ
χειρόγραφον τοῦτο δισσὸν γραφὲν
καθαρὸν ἀπὸ ἐπιγραφῆς καὶ ἀλειφάδος κύριον ἔστω ὡς ἐν δημοσίῳ κατακεχωρισμένον ἔτους
ὀγδόου Αὐτοκράτορος Καίσαρος Τίτου
Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου
Σεβαστοῦ Εὐσεβοῦς Φαρμοῦθι ι
Πετρωνία Σεραπιὰς μετὰ κυρίου τοῦ ἀδελφοῦ Γαίου Πετρωνίου Μαρκέλλου ἀπέχω
τὰς τοῦ ἀργυρίου δραχμὰς τετρακοσίας εἰς τὸν λόγον τῆς προικός μου
μὴ ἐλαττουμένης περὶ τῶν
δραχμῶν ἑξακοσίων ὡς πρόκειται
Γάιος Πετρῶνις Μάρκελλος ἐπιγέγραμμαι κύριος τῆς ἀδελφῆς μου καὶ ἔγραψα ὑπὲρ αὐτῆς ἀγράμματος οὔσηςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.