no image
DDbDP-text
Agreement of siblings to submit a dispute to arbitration. An agreement to submit a family dispute to arbitration, made at Hermopolis in AD 507. Three brothers (two of them soldiers) on one side and their sister Archontia and her soldier husband Bes Nikon on the other swear to appear before two advocates of the Thebaid court and abide by their decision, on penalty of 12 gold solidi. machine translation
Linked by Trismegistos ID
TM 22762.
Each record below describes this same artifact or text from a different angle.
† ὑπατείας τοῦ δεσπότου ἡμῶν Φλαυίου Ἀναστασίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος
τὸ γ Ἐπεὶφ […] πρώτης ἰνδικτίονος.
ταύτην ποιοῦνται πρὸς ἑαυτοὺς τὴν ὁμολογίαν τοῦ κομπρομίσσου
ἐκ μὲν τοῦ ἑνὸς μέρους Φλάυιοι Σιλβανὸς καὶ Σαραπίων στρατιῶται ἀριθμοῦ
Ἑρμοῦ πόλεως καὶ Αὐρήλιος Ἴσακος ὁμογνήσιοι ἀδελφοὶ ἐκ πατρὸς
Φοιβάμμωνος ἀπὸ τῆς αὐτῆς πόλεως Ἴσακος τὸν λόγον ποιούμενος ὑπέρ τε ἑαυτοῦ
καὶ ὑπὲρ τῶν κληρονόμων Τυράννου τοῦ ἀπογενομένου ἡμῶν ἀδελφοῦ,
ἐκ δὲ τοῦ ἑτέρου μέρους Φλάυιος Βῆς Νικῶν στρατιώτης τοῦ αὐτοῦ ἀριθμοῦ καὶ
ἡ τούτου γαμετὴ Ἀρχοντία ἀδελφὴ τῶν προγεγραμμένων ἐκ τῶν αὐτῶν
γονέων ἀπὸ τῆς αὐτῆς πόλεως ἀλλήλοις χαίρειν. ἐπειδὴ ἠμφισβητήσαμεν
πρὸς ἑαυτοὺς περὶ φανερῶν κεφαλαίων καὶ πρὸ δίκης καὶ φιλονεικίας
ἔδοξεν ἡμῖν κοινῇ γνώμῃ ἀπαντῆσαι εἰς δίαιταν πρὸς Καρδημέου καὶ
Ζηνόδοτον τοὺς ἐλλογιμωτάτους σχολαστικοὺς φόρου Θηβαΐδος καὶ στοιχεῖν
καὶ πείθεσθαι τοῖς ὁρισθησομένοις παρὰ τῆς αὐτῶν παιδεύσεως. κατὰ τοῦτο ὁμολογοῦμεν
ὀμνύντες τόν τε παντοκράτορα θεὸν καὶ τὴν θείαν καὶ οὐράνιον τύχην τοῦ τὰ πάντα
νικῶντος δεσπότου ἡμῶν Φλαυίου Ἀναστασίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος
ἀπαντᾶν ἡμᾶς πρὸς τοὺς προειρημένους διαιτητὰς καὶ διαιτᾶσθαι ἐπʼ αὐτοὺς
ἕως ὀγδόης τοῦ παρόντος μηνὸς Ἐπεὶφ τῆς παρούσης πρώτης ἰνδικτίονος
καὶ πείθεσθαιπᾶσι τοῖς ὁρισθησομένοις παρʼ αὐτῶν, τὸν δὲ μὴ ἀπαντῶντα
πρὸς αὐτοὺς ἢ καὶ μὴ πειθόμενον τοῖς ὁρισθησομένοις παρʼ αὐτῶν παρέξειν
ὑπὲρ συνθηκῶν παραβάσεωςτῷ ἐμμένοντι λόγῳ προστίμου χρυσοῦ νομισμάτια
δώδεκα ἀναμφιλόγως ὁ λόγος οὗτος κύριος καὶ βέβαιος καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν.
[…] προκείμενος στοιχεῖ μοι ὡς πρόκειται. Αὐρηλία Ἀρχοντία Φοιβάμμωνος
πεποίηκα τοῦτο τὸ κομπρόμισσον ὡς πρόκειται. Ἀστέριος Κολλούθου ἀπὸ Ἀντινοουπόλεως ἔγραψα ὑπὲρ αὐτῆς
γράμματα μὴ εἰδυίας[…]
διʼ ἐμοῦ Ὥρου ἐγράφη ο……Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.