no image
DDbDP-text
Lease of Land via HGV-meta
Sharecropping lease of land for vegetable seed near Tebetny. A sharecropping lease in which Aurelius Chairemon rents 2 1/2 arouras near Tebetny from Aurelius Phamais of Tebtynis to grow vegetable seed, the crop to be split equally. Chairemon covers seed and labour costs, while Phamais pays the public dues and supplies three yoke of oxen free. It was written on 4 November 244 at Tebtynis. machine translation
Linked by Trismegistos ID
TM 12284.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιος Χαιρήμων Ὡριγένους μητρὸς Θαήσιος Ἀφ…ονου
Αὐρηλίῳ Φαμάϊτι Νεμεσίωνος μητρὸς Ταποντῶτος ἀπὸ κώμης Τεβτύνεως.
μεμίσθωμαι παρὰ σοῦ
περὶ κώμην Τεβέτνυ ἐκ τοῦ
Δημοσθένους κ… κλήρου ἀρούρας β 𐅵
εἰς σπορὰν λαχανοσπέρμου εἰς τὸν σπόρον
τοῦ ἐνεστῶτος β ἔτους
ἐφʼ ἡμισείᾳ τῶν ἐκβησομένων καρπῶν
ἐφʼ ἁλώνων, ἐμοὶ μὲν
τῷ μισθουμένῳ
μέρος ἥμισυ τοῦ παντὸς
ἀνθʼ ὧν κατατίθεμαι
εἰς τὴν γῆν σπερμάτων καὶ πασῶν δαπανῶν ἀπό τε κατασπορᾶς μέχρι συνκομιδῆς καὶ λικμήσεως,
καὶ σοὶ δὲ τῷ Φαμάϊτι
τὸ λοιπὸν μέρος ἥμισυ ἀντὶ δημοσίων
τῆς γῆς καὶ φόρων·
μετὰ δὲ τὴν λίκμησιν τὰ περιγινόμενα ἐξ ἴσου μέρους
ἀπολαβεῖν ἡμᾶς·
παρέξεις δʼ ἐμοὶ
ἐν τῇ κατασπορᾷ
προῖκα τρία ζεύγη
βοῶν, τῶν τῆς γῆς
δημοσίων ὄντων πρὸς σὲ
τὸν Φαμάϊν, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἡ μίσθωσις κυρία.
ἔτους β Αὐτοκράτορος
Καίσαρος Μάρκου Ἰουλίου
Φιλίππου Εὐσεβοῦς Εὐτυχοῦς
καὶ Μάρκου Ἰουλίου Φιλίππου
τοῦ γενναιοτάτου Καίσαρος
Σεβαστῶν, Ἁθὺρ η.
Αὐρήλιος Χαιρήμων μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος
Ἀμοι…[…] ἔγραψα ὑπὲρ αὐτοῦ
φάσκοντος μὴ εἰδέναι γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.