Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.mich.3.203 114 - 116Pselkis (Nubien)

Letter of Saturnilus to Aphrodous via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 21342. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[r] Σατορνῖλος Ἀφροδοῦτι τῇ μητρὶ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ εὐτυχεῖν. γινώσκειν σε θέλω ὅτι τρεῖς σοι ἐπιστολὰς ἔπεμψα ἐν τούτωι τῶι μηνί. τὰ ἐπιμηνίδια ἅ μοι ἔπεμψας διὰ Ἰουλλίου πάντα ἐκομισάμην καὶ διὰ τοῦ παιδαρίου Ἰουλίου κάλαθον ἐλαιῶν. γινώσκειν σε θέλω ὅτι ἐγεννήθη μοι ἄλλο παιδίον ἄρσενον ᾧ ὄνομα Ἀγαθὸς Δαίμων θεῶν θελόντων. ἐὰν εὕρω εὐκαιρίαν ἐργασίαν διδόναι ἔρχομαι μετʼ ἐπιστολῶν πρὸς ὑμᾶς. γινώσκειν σε θέλω ὅτι ἰδοὺ τρεῖς μῆνας ἀφʼ ὅτε ἤλλαγμαι εἰς Ψέλκιν καὶ οὔπω εὕρηκα εὐκαιρίαν τοῦ ἐλθεῖν πρὸς ὑμᾶς. ἐφοβήθην ἄρτι ἐλθεῖν ἐπεὶ λέγουσιν ὁ ἡγεμὼν ἐν τῷ πόρῳ ἐστίν, μὴ λάβῃ ἀπʼ ἐμοῦ τὰς ἐπιστολὰς καὶ ἀπολύσῃ με πρὸς τὰς σημέας καὶ κενὴν δαπάνην ποιήσω. τοῦτο δέ σε θέλω γινώσκειν ὅτι ἐὰν παρέλθῃ ἄλλη δίμηνος καὶ μὴ ἔλθω πρὸς ὑμᾶς ἕως Ἁθὺρ μηνός, ἔχω ἄλλους δέκα ὀκτὼ μῆνας εἰς τὰ πραισίδια καθήμενος μέχρι εἰς Ψέλκιν εἰσέλθω καὶ ἔλθω πρὸς ὑμᾶς. μαρτυρήσουσιν ὑμῖν πάντες οἱ ἐρχόμενοι πῶς καθʼ ἡμέραν ζητῶ τοῦ ἐλθεῖν. εἰ ὑμεῖς θέλετέ με μικρὸν ἰδεῖν, ἐγὼ μέγα, καὶ εὔχομαι καθʼ ἡμέραν τοῖς θεοῖς πῶς δώσουσι ταχὺ τὴν εὐοδίαν τοῦ ἐλθεῖν. πάντα εἰς τὴν στρατείαν μετʼεὐκαιρίας γείνεται. ἐὰν σχῶ τὴν εὐκαιρίαν ἔρχομαι πρὸς ὑμᾶς. τὰ δὲ τῶν παιδίων μου χοιρίδιά μοι θρέψατε ἵνα ἐὰν παραγένηται εὕρῃ μου τὰ παιδία. εἰς τὰς δευτέρας τύχας καλῶς ποιήσειςπέμψον Ἰουλᾶτι τῷ υἱῶι Ἰουλίου τί ἐὰν δυνασθῇς ἐπιμηνιδίων καὶ ἔστω ὥσπερυἱός μου ὥσπερ ἐμὲ φιλεῖς καὶ ἐγὼ τὰ τέκνα μου φιλῶ. ἐὰν σχολάζῃ ὁ ἀδελφὸς αὐτοῦ πέμψον αὐτὸν πρὸς ἐμὲ τάχα ἵνα τὰ παιδία μου πέμψω σοι διὰ αὐτοῦ καὶ τὴν μητέρα αὐτῶν. πέμψον δέ μοι περισσότερον κεράμιον ἐλαιῶν φίλῳ μου· μὴ ἄλλως ποίει. οἶδες ὅτι τί ἐὰν δοῖς Ἰουλίῳ φέρει μοι ὃ καὶ ὁμολόγησέ μοι. τί ἐὰν ποιήσῃ γράψον μοι. ἀσπάζου Σοκμήνιον καὶ τὰ τέκνʼ αὐτοῦ καὶ τὴν[…]καν καὶ Σαβεῖνον καὶ Θαισᾶν καὶ τὰ τέκνα αὐτῆς καὶ τοὺς ἀδελφοὺς καὶ Ταβέγκαν τὴν ἀδελφήν μου καὶ τὸν ἄνδρα αὐτῆς καὶ τοὺς γαμβροὺς αὐτῆς. καὶ εἰ τέκνον ἔσχηκεν γράψον μοι. ἀσπάζου Τασοκμῆνιν τὴν κυρίαν μου ἀδελφὴν καὶ Σαμβᾶν καὶ Σουῆριν καὶ τὰ τέκνα αὐτῆς καὶ Σαμβοῦν καὶ πάντας τοὺς συνγενεῖς καὶ φίλους κατʼ ὄνομα. ἀσπάζεται ὑμᾶς πάντας Γέμελλα καὶ Διδυμάριν καὶ ὁ νεογενὴς Ἀγαθὸς Δαίμων καὶ Ἐπίκτητος. ἀσπάζετε Γέμελλον καὶ[…]τὴν γυναῖκα […]λιανοῦ. καὶ οὐκ ἦν μέγα πρᾶγμα η ε[…]…α[…]οισ[…]ατι…[…]α. ἐρρῶσθαι ὑμᾶς εὔχομαι πάντας. ἔτους[…]Τραιανοῦ Ἀρίστου Καίσαρος τοῦ κυρίου. Φαῶφι κε. [v] εἰς Καρανίδα μητρὶ Ἀφροδοῦτι[…]ν[…]ῦτος ἀπὸ Σατορνείλου στρατιώτου[…]

Connections

Found at Pselkis (Nubien)

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.