no image
DDbDP-text
Affitto di una casa via HGV-meta
Lease of a house in the Myrobalanos quarter of Oxyrhynchus to a baker. Lease of a house with courtyard in the Myrobalanos quarter of Oxyrhynchus, let by the heirs of Diogenes son of Atas, acting through two women, Taaphynchis and Tapous, to the baker Aurelius Sarapiades for three years at 2,400 drachmas a year. The text breaks off in the clauses on returning the house. machine translation
Linked by Trismegistos ID
TM 21288.
Each record below describes this same artifact or text from a different angle.
ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Αὐτοκράτορος
Σεουήρου Σεβαστοῦ καὶ Μαξιμείνου τοῦ
ἐπιφανεστάτου Καίσαρος.
ἐμίσθωσαν οἱ κληρονόμοι Διογένους Ἀτᾶ διʼ Αὐρηλίων Τααφύγχιος καὶ Ταποῦτος ἀπὸ τῆς
λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως Αὐρηλίῳ Σαραπιάδῃ ἀρτοκόπῳ ἀπὸ τῆς αὐτῆς πόλεως, ἐπὶ χρόνον ἔτη τρία ἀπὸ νεομηνίας τοῦ ὄντος μηνὸς Φαῶφι τοῦ
ἐνεστῶτος ιε ἔτους γ ἔτους α ἔτους, τὴν ὑπάρχουσαν αὐτοῖς
ἐν τῇ αὐτῇ πόλει ἐπʼ ἀμφόδου Μυροβαλάνου οἰκίαν καὶ αἴθριον καὶ τὰ ταύτης χρηστήρια πάντα,
ἐνοικίου κατʼ ἔτος τῆς αὐτης οἰκίας δραχμῶν
δισχιλίωντετρακοσίων . βεβαιουμένης δὲ
τῆς μισθώσεως ἐπάναγκες ἀποδότω ὁ μεμισθώμενος τὸ κατʼ ἔτος ἐνοίκιον
διʼ ἑξαμένου τὸ ἥμισυ καὶ χράσθῳ τῇ οἰκίᾳ ἐπὶ τὸν χρόνον ἀκολούθως καὶ ἐπὶ τέλει τοῦ
χρόνου παραδότω τὴν οἰκίαν καθαρὰν ἀπὸ κοπρίων καὶ δείσης πάσης καὶ ἃς ἐὰν παραλάβῃ
θύρας καὶ κλεῖς ἢ ἀποτεισάτω οὗ ἐὰν μὴ παραδῷ εἴ τι
δεήσει τὴν ἀξίαν τιμήν, γεινομένης αὐτοῖςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.