Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mil.vogl.1.23

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ δημοσίων τελεσμάτων πάντων σιτικῶνσειτικῶν τε καὶ ἀργυρικῶν καὶ παντὸς εἴδους τῶν προκειμένων ν πάντων ὄντων πρὸς τοὺς τρεῖς κοινῶς ἐξ ἴσου, τῶν δὲ ἀπὸ τοῦ ἐνεστῶτος ιβ ἔτους ὁμοίως δημοσίων πάντων σιτικῶνσειτικῶν τε καὶ ἀργυρικῶν τῶν ὀφειλομένων ὑπὲρ ὧν ἕκαστος ἡμῶν ἐπανείρηται, καθὼς πρόκειται, ὑπαρχόντων, πλὴν ἢ μόνον τῶν ὑπὲρ τῶν ἐπιβολῶν μετρουμένων, ὄντων πρὸς ἕκαστον τὸν ἐπανειρημένον, τῶν δὲ ὑπὲρ τῶν ἐπιβολῶν μετρουμένων, ἤτοιεἴτοι ἐν τοῖς σιτικοῖςσειτικοῖς ἢ καὶ δενδρικοῖς ὄντων πρὸς τοὺς τρεῖς κοινῶς ἐξ ἴσου εἰς τὸν ἅπαντα χρόνον, τῶν τοῦ ἐξεληλυθότος ια ἔτους ἐκπεπτωκότων εἰς τὸ ἐνεστὸς ιβ ἔτος φοινικικῶν καὶ ἐλαϊκῶν καρπῶν καὶ φυῶν τῶν ὧν ἕκαστος ἐπανείρηται, καθὼς πρόκειται, ὄντων ἑκάστου τοῦ ἐπανελομένου καὶ κληρωθέντος. τὰς δὲ σταθείσας ὑφʼ ἡμῶν πρὸς ἰσότητα τῆς τῶν ὑπαρχόντων ἧς ἕκαστος κεκλήρωται μερίδος, καθὼς πρόκειται, δοθῆναι· παρὰ μὲν τοῦ Παυλείνου ἐμοὶ τῶι Ἀματίωι, ὑπὲρ μὲν κλήρων ἀργυρίου δραχμὰς χιλίαςχειλίας τετρακοσίας τριάκοντα τρεῖς δύο ὀβολούς, ὑπὲρ τοῦ ἐλαιωνοπαραδείσου ἀργυρίου δραχμὰς χιλίαςχειλίας ἑξακοσίας , τὰς ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμὰς τρισχιλίαςτρισχειλίας τριάκοντα τρεῖς δύο ὀβολούς, ὁμοίως δὲ τῶι Γεμείνωι παρὰ μὲν τοῦ αὐτοῦ Παυλείνου ὑπὲρ κλήρων δραχμὰς τριάκοντα τρεῖς δύο ὀβολούς, ὑπὲρ δὲ τοῦ αὐτοῦ ἐλαιωνοπαραδείσου ἀργυρίου δραχμὰς ἑπτακοσί ας , ὑπὲρ δὲ καλαμιῶν ἀργυρίου δραχμὰς πεντακοσίας δέκα ἓξ τετρώβολον , τὰς ἐπὶ τὸ αὐτὸ δραχμὰς χιλίαςχειλίας διακοσίας πεντήκοντα , τῷ δὲ αὐτῶι Γεμείνῳ παρὰ μὲν ἐμοῦ ὑπὲρ τῶν ἀμπελώνων καὶ ἐλαιωνοπαραδείσου δραχμὰς δισχιλίαςδισχειλίας , ὑπὲρ δὲ καλαμιῶν δραχμὰς πεντακοσίας δέκα ἓξ τετρώβολον , τὰς ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμὰς δισχιλίαςδισχειλίας πεντακοσίας δέκα ἓξ τετρώβολον ἐπάναγκον ἀποδώσειν ὡς συνεφωνήσαμεν τῇ δεκάτῃ τοῦ εἰσιόντος μηνὸς Χοίαχ ἀνυπερθέτως, καθὼς ἐπάνω δεδήλωται, ὧν καὶ γείνεσθαι τὴν πρᾶξιν καθάπερ ἐκἐγ δίκης καὶ ὁμοίως ἐπάναγκον δώσουσί μοι ὅ τε Παυλεῖνος καὶ Γέμεινος ἐν μόνωι τῶι ἐνεστῶτι ἔτει ἕκαστος αὐτῶν ἐν μηνὶ Παῦνι ἐφʼ Ἅλω κώμης Κερκεσήως πυροῦ νέου καθαροῦ ἀδόλου μέτρωι νεικωι ἡμῶν ἀρτάβας ἑβδομήκοντα πέντε , τὰς ἐπὶ τὸ αὐτὸ ἀρτάβας ἑκατὸν πεντήκοντα καθαρὰς ἀπὸ παντὸς εἴδους ἀντὶ διαφορᾶς ἀναπαυμάτων. ἐπάναγκον δʼ ἐνμενοῦμεν ἡμεῖς τε καὶ οἱ παρʼ ἡμῶν πᾶσι τοῖς κατὰ τήνδε τὴν διαίρεσιν δεδηλωμένοις καὶ οἷς ἕκαστος ἐπανείρηται καὶ τὰ ἐξ αὐτῶν ἀπὸ τοῦ ἐνεστῶτος ιβ ἔτους περιεσόμενα ἀποφερομένους καὶ πωλοῦντας καὶ ὑποτιθεμένους καὶ οἰκονομοῦντας περὶ αὐτῶν, ὡς ἐὰν αἱρώμεθα, καὶ μη αρεξεσθαι ἐφʼ ἃ ὁπότερος ἡμῶν κεκλήρωται, καθὼς πρόκειται. ὅ τι δʼ ἂν τῶν προγεγραμμένων παραβαίνῃ τις ἡμῶν ἢ οἱ παρʼ ἡμῶν ἐκτίσει ὁ παραβὰς τῶι ἐμμένοντι παραχρῆμα τά τε βλάβη καὶ δαπανήματα διπλᾶ καὶ ἐπίτιμονἐπίτειμον ἀργυρίου ταλάντων δύο καὶ εἰς τὸ δημόσιον τὰςτα ἴσας, χωρὶς τοῦ τὰ προγεγραμμένα κύρια εἶναι διὰ παντός. ὅσα δὲ ἄλλα ἔχομεν ἐπίκοινα ὑπάρχοντα καὶ οἰκόπεδα καὶ δουλικὰδὰ σώματα καὶ ἕτερα μενεῖ ἡμῖνἡμεῖν ἐπίκοινα πάντα μέχρι τῆς ἐσομένης καὶ τούτων διαιρέσεως ἕως Χοίαχ τριακάδι τοῦ ἐνεστῶτος ἔτους. τυγχάνομεν δὲ προδιειρημένοι ἐκ συμφώνου τὰ ὑπάρ χοντα ἡμῖνἡμεῖν πατρικὰ θρέμματα προβάτων ν καὶ κτήνη καὶ ταυρικά. τὸ δὲ χειρόγραφον τοῦτο κύριον ἔστωἔστωι πανταχῆι ἐπιφερόμενον καὶ ὡς ἐν δημοσίωι κατακεχωρισμένον ὥστε τοῦτο κύριον μεῖναι καὶ μετὰ τὴν ὁποτέρου ἡμῶν τελευτήν. Ἀμάτιος ἔγραψα τὰ προκείμενα καὶ ἔσχον τοῦ Παυλείνου ἴσον χειρόγραφον συναντιβεβλημένον. ὁ δὲ Γέμεινος αὐτόχειρ ἔγραψε. ἔτους δωδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Ἁθὺρ ε. Παυλεῖνος Πάτρωνος πεποίημαι τὴν προκειμένην διαίρεσιν καὶ ἐπέ βαλέν μοι τὸ ἐπὶ τοῦ κατʼ ἐμὲ προσώπου ἐπιβεβληκός μοι πατρικὸν καθὼς ἐπάνω δεδήλωται καὶ ἕκαστα ποιήσω ἀκολούθως ᾧ καὶ ἐγὼκἀγὼ ἐκδέδομαι ἴσον χειρό γραφον συναντιβεβλημένον ὑφʼ ἡμῶν. Γέμεινος Πάτρωνος πεποίημαι τὴν προκειμένην διαί ρεσιν καὶ ἐπέβαλέν μοι τὰ ἐπὶ τοῦ κατʼ ἐμὲ προσώπου ἐπιβεβληκότα μοι ὑπάρχοντα ὡς ἐπάνω δεδήλω ται καὶ ἕκαστα ποιήσω ἀκολούθως ᾧ καὶ ἐγὼκἀγὼ ἐκδέδομαι ἴσωι χειρογράφωι συναντιβεβλημένῳ ὑφʼ ἡμῶν.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.