no image
DDbDP-text
Proroga di una προδοματικὴ μίσθωσις via HGV-meta
Extension of an advance-payment lease of catoecic land at Tebtynis. A contract from Tebtynis in which Didymos also called Louris leases 3 arouras of catoecic land to Kronion, a village elder, for a further 7 years after Kronion's existing 3-year lease ends, with rent paid in advance. It includes both parties' subscriptions and registration at the Tebtynis record office. machine translation
Linked by Trismegistos ID
TM 12367.
Each record below describes this same artifact or text from a different angle.
[r]
ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου
Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς[…]
ἐν Τεβτύνει Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ
Δίδυμος ὁ καὶ Λοῦρις Λυσιμάχου τοῦ Ἡρακλείδου τοῦ καὶ Λουρίου ὡς ἐτῶν
τριάκοντα οὐλὴ πήχει δεξιῶι Κρονίωνι πρεσβυτέρωι Πακήβκεως
ὡς ἐτῶν τεσσεράκοντα ἑπτὰ οὐλὴ δακτύλωι μικρῷ χειρὸς ἀριστερᾶς
μεμισθωκέναι αὐτῶι Κρονίωνι τὰ ὑπαρχούσαςαὐτῶι Διδύμωι
κλήρου κατοικικοῦ ἀρούρας τρεῖς ἢ ὅσαι ἐὰν ὦσι ἐκ τοῦ πρὸς βορρᾶ
μέρους ἀπὸ ἀρουρῶν ἓξ περὶ Τεβτῦνιν ἐν τῷ λεγομένῳ ἀπὸ λιβὸς
πεδίωι εἰς ἄλλα ἔτη ἑπτὰ μετὰ τοὺς χρόνους ἧς ἔχει ὁ Κρονίων
τοῦ Διδύμου τοῦ καὶ Λουρίου ἑτέρας προδοματικῆς μισθώσεως
τῶν αὐτῶν ἀρουρῶν ἐπὶ τὰ ἀπολείποντα διʼ αὐτῆς ἔτη τρία
ἀπὸ τοῦ ἐνεστῶτος δευτέρου ἔτους Ἀντωνίνου Καίσαρος
τοῦ κυρίου εἰς σπορὰν ὧν ἐὰν αἱρῆται ὁ Κρονίων, πρὸςαὐτὸν Κρονίωνα
ὄντων τῶν γεωργικῶν ἔργων πάντων καὶ ποτισμῶν. …αθ[…]
…κτ[…]τῶν δὲ δημοσίων πάντων πρὸς τὸν Δίδυμον.
ὃς καὶ ἀπέχει ἐκ προδόματος παρὰ τοῦ Κρονίωνος τὴν τῶν
ἐκφορίων τιμὴν καὶ φόρους διὰ χειρὸς καὶβεβαιώσειν
πάσῃ βεβαιώσει ἀπὸ παντὸς τοῦ ἐπελευσομένου
ἢ ἐμποιησομένου· τὰ διωμολογημένα κύρια. ὑπογραφεὺς
τοῦ Κρονίωνος Μάρων Μάρωνος …[…]
Δίδυμος ὁ καὶ Λοῦρις Λυσιμάχου ὁμολογῶ μεμισθωκέναι τῶι Κρονίωνι τὰς ὑπαρχούσας μοι περὶ Τεπτύνιν κλήρου
κατοικικοῦ ἀρούρας τρεῖς ἐκ τοῦ πρὸς βορρᾶ μέρους κλήρου ἀρουρῶν ἓξ ἐν τῶι ἀπὸ λιβὸς πεδίωι εἰς ἄλλα ἔτη ἑπτὰ μετὰ τὰ
ἄλλα ἔτη τρία ἀπὸ τοῦ ἐνεστῶτος δευτέρου ἔτους εἰς σπορὰν
ὧν ἐὰν αἱρῆται, τῶν δημοσίων ὄντων πρὸς ἐμέ, καὶ ἀπέχω
ἐκ προδόματος τὴν τῶν σπειρομένων τιμὴν καὶ φόρους
διὰ χειρὸς καὶ βεβαιώσω πάσῃ βεβαιώσει καθὼς πρόκιται.
Κρονίων πρεσβύτερος Πακήβκεος γέγονε εἰςμε ἡ ὁμολογία καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Μάρων
Μάρωνος μὴ εἰδότος γράμματα. ἐντέτακται διὰ
τοῦ ἐν Τεβτύνει γραφείου.
[v]
ὁμολογία Διδύμου τοῦ καὶ Λουρίου πρὸς Κρονίωνα
…[…]…[…] εἰς ἄλλα ἔτη ἑπτά.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.