no image
DDbDP-text
Miscellaneous fragments via HGV-meta
Sale of a room and courtyard at Syene by Aurelia Thelporine. The end of a deed of sale from Syene in which Aurelia Thelporine, daughter of Markos, sells a room (cell) with its adjoining courtyard for 2 gold solidi. A military officer signs for her as she is illiterate, seven witnesses including priests and soldiers sign, and the priest Phosphorios drew up the document. machine translation
Linked by Trismegistos ID
TM 15323.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
ἄπρατον ἐν τοῖς προδεδηλουμένοις τόποις τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης
καὶ συναρεσάσης χρυσοῦ δοκίμου νομισματίων παλαιοχαράκτων εὐστάθμων δύο γίνεται χρυσοῦ νομισμάτια β,
ἥνπερ τελείαν τιμὴν αὐτόθι ἀπέσχον παρὰ σοῦ τοῦ ὠνουμένου ἐγὼ ἡ ἀποδομένη ἐν τῇ ἐνεστώσῃ
ἡμέρᾳ διὰ χειρὸς εἰς χεῖρά μου ἐπὶ τῆς αὐτῆς Συήνης ἀριθμῷ καὶ σταθμῷ πλήρη, πρὸς τὸ ἐντεῦθεν σὲ τούτου τοῦ προδεδηλουμένου κελλίου καὶ τῆς προσπαρακειμένης αὐτοῦ αὐλῆς
ἀπὸ ἐδάφους αὐτῆς ἕως ἀέρος κυριεύειν καὶ δεσπόζειν καὶ διοικεῖν καὶ οἰκοδομεῖν καὶ ἐποικοδομεῖν καὶ πωλεῖν καὶ χαρίζεσθαι καὶ ἐπιτελεῖν τὰ περὶ αὐτῶν τρόπῳ ᾧ ἂν αἱρῇ ἀκωλύτως
καὶ ἀνεμποδίστως, καὶ μὴ ἐγκαλεῖν σοι μήτʼ ἐγκαλέσειν μήθʼ ἕτερόν τινα τῶν ἐξ ἐμοῦ ὀνόματος
ἐν μηδενὶ καιρῷ κατὰ μηδένα τρόπον ἀφορμῇ μηδεμιᾷ διὰ τὸ ὡς προεῖπον ἀπεσχηκέναι με
παρὰ σοῦ τελείαν τὴν προγεγραμμένην τιμήν. τὸν δὲ ἐγκαλέσοντά σοι ἢ καὶ ἀντιποιησόμενον
περὶ τούτου τοῦ προδεδηλουμένου κελλίου τε καὶ αὐλῆς ἀπὸ ἐδάφους αὐτῆς ἕως ἀέρος ἢ μέρους αὐτῶν
ἐγὼ ἡ πεπρακυῖα ἀποστήσω καὶ καθαροποιήσω σοι ἰδίοις μου ἀναλώμασι. καὶ ἐξεδόμην σοι
τήνδε τὴν πρᾶσιν κυρίαν οὖσαν καὶ βεβαίαν πρὸς ἀσφάλειαν ἐφʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ
ὑπογράφοντος καὶ ἐπερωτηθεῖσα ὡμολόγησα καὶ ἀπέλυσα. Αὐρηλία Θελπωρίνη Μάρκου
ἡ προκειμένη πέπρακα τὸ προκείμενον κελλίον καὶ τὴν αὐλὴν ἀπὸ ἐδάφους ἕως ἀέρος ἐκ θεμελίων καὶ ἀπέσχον
παρὰ σοῦ τὴν προγεγραμμένην τιμὴν ἐν νομισματίοις δυσὶν καὶ βεβαιῶ τὴν πρᾶσιν ὡς πρόκειται. Φλαύιος ……ιων Παύλου καμπιδούκτωρ
ἀριθμοῦ Συήνης ὁ προκείμενος συνεστ[…]ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῆς
γράμματα μὴ εἰδυίης. Φλαύιος Δῖος Ἰακώβου[…]μαρτυρῶ.
[…]Οὐίκτορος πρεσβύτερος ἐκκλησίας Συήνης μαρτυρῶ.
[…]Ἰωάννης Πέτρου ἀπὸ Συήνης μαρτυρῶ.
[…]οτος πρεσβύτερος ἐκκλησίας Συήνης μαρυρῶ.
[…] Οὐίκτορος στρατιώτης λεγεῶνος Συήνης μαρτυρῶ.
[…]Ἀβραάμου πρεσβύτερος μαρτυρῶ.
[…] Πανηοῦτος αὐγουστάλιος λεγεῶνος Συήνης μαρτυρῶ.
† διʼ ἐμοῦ Φωσφορίου πρεσβυτέρου ἐγράφη.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.