no image
DDbDP-text
Testamentshomologie unter Eheleuten via HGV-meta
Mutual testamentary agreement between husband and wife. A mutual testamentary agreement between the married couple Panephremmis son of Paous and Thases daughter of Stotoetis at Soknopaiou Nesos, under Trajan. Each leaves all property, including land at Herakleia, oil presses, houses and donkeys, to the surviving spouse, after whose death the elder son Anchophis is to receive two shares. machine translation
Linked by Trismegistos ID
TM 12473.
Each record below describes this same artifact or text from a different angle.
ἔτους[…]Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ
μηνὸς[…] ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ.
ὁμολογοῦσιν ἀλλήλοις Πανεφρέμμις Παοῦτος τοῦ Πανεφρέμμιος ὡς ἐτῶν … οὐλὴ
[…]καὶ ἡ αὐτοῦ γυνὴ Θασῆς Στοτοήτιος τοῦ Κατοίτου ὡς ἐτῶν λε οὐλὴ
[…]μετὰ κυρίου τοῦ συγγενοῦς Πανεφρέμμιος τοῦ Κατοίτου ὡς ἐτῶν νε οὐλὴ
[…]εἰ μὲν συμβαίη τὸν ὁμολογοῦντα Πανεφρέμμιν πρότερον τελευτῆσαι, εἶναι τὰ καταλειφθησόμενα ὑπʼ αὐτοῦ πάντα περὶ μὲν κώμην Ἡράκλειαν τῆς
Θεμίστου μερίδος κλήρου κατοικικοῦ ἀρούρας β 𐅵 καὶ ἰδιοκτήτου ἀρούρας ϛ τὰς ἐπὶ τὸ αὐτὸ
ἀρούρας η 𐅵 καὶ τὰ συνκύροντα πάντα ἐν μιᾷ σφραγῖδι καὶ περὶ τὴν αὐτὴν
κώμην ἐν ἐποικίῳ θ ἀρουρῶν λεγομένῳ ἐν κατοικικῇ τάξει οἰκίανκαὶ αὐλὴν ἐν ᾗ ἐλαιουργεῖον
ἐξηρτισμένον ὀργάνοις καὶ ἑτέροις χρηστηρίοις πᾶσιν καὶ ψιλὸν τόπον καὶ εἰσόδοις
καὶ ἐξόδοις καὶ τῶν συνκυρόντων πάντων ἐν μιᾷ σφραγῖδι καὶ ἐν κώμηι
Σοκνοπαίου Νήσῳ ἥμισυ μέρος οἰκίας καὶ αὐλῆς καὶ ἕτερον ἐλαιουργεῖον καὶ αὐλὴν
καὶ τῶν συνκυρόντων πάντων καὶ ὀνικὰ κτήνη καὶ ὅσα ποτὲ ἐὰν ἐπικτήσηται καὶ ἐπίπλοα καὶ σκεύη καὶ ἐνδομενίαν πᾶσαν καὶ τὰ ἐνωφειλόμενα
πάντα καθʼ ὃν δηποτεοῦν τρόπον τῇ προγεγραμμένῃ γυναικὶ Θασῆτι, καὶ[…]
[…]τε[…]…ατιοι[…]
[… ? lines lost …]
[…]καὶ τὰἐνοφειλόμενα πάντα καθʼ ὃν δηποτεοῦν τρόπον τῷ προγεγραμμένῳ ἀνδρὶ Πανεφρέμμι. ἐάν τις αὐτῶν πρότερον τελευτήσῃ, εἶναι τῷ περιόντι πωλεῖν ὑποτίθεσθαι χρᾶσθαι τρόπῳ ᾧ ἐὰν προαιρῆται καὶ ἑτέροις […]
τῶν προγεγραμμένων πάντων καὶ ποιήσουσι τὴν ἀπόδοσιν ὧν ὀφείλουσιν
ἀμφότεροι, καὶ μετὰ τὴν τοῦ περιόντος τελευτὴν τὰ καταλειφθησόμενα
ὑπʼ αὐτοῦ πάντα λήμψεται ὁ πρεσβύτερος υἱὸς Ἀγχῶφις τῶν ἐξ ἀμφοτέρων
τέκνων μέρη δύο ἀκολούθως τῇ τῶν …ων γνώμῃ παρέξ γυναικείου
κόσμου, ἐφʼ ὃν χρόνον περίεστι ὁ εἷς καὶ ἕκαστος αὐτῶν ὁλοσχερῆ ἐξουσίαν
πωλεῖν ὑποτίθεσθαι χρᾶσθαι τρόπῳ ᾧ ἐὰν προαιρῆται τῶν ὑπαρχόντων
αὐτῶι. ὑπογραφεύς.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.