no image
DDbDP-text
Repayment of a Loan via HGV-meta
Receipt for final repayment of a loan through a bank at the Sarapeum. Receipt in which Chairemon son of Theon acknowledges that Archias, a freedman, has paid him through a bank at the Oxyrhynchite Sarapeum the final 168 drachmas of a 700-drachma loan made in AD 137, repayable in monthly instalments of 15 drachmas. It was written at Oxyrhynchus in AD 141-142. machine translation
Linked by Trismegistos ID
TM 20757.
Each record below describes this same artifact or text from a different angle.
αλ δ.
Χαιρήμων Θέωνος τοῦ Θέωνος μητρὸς Τοτοεῦτος
ἀπʼ Ὀξυρύγχων πόλεως Ἀρχίᾳ ἀπελευθέρῳ Ἀμοιτᾶτος Ζωίλου ἀπὸ
τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ
ἀπέχειν παρὰ σοῦ διὰ τῆς ἐπὶ τοῦ πρὸς
Ὀξυρύγχων πόλει Σαραπείου Ἡρακλείδου καὶ μετόχων τραπέζης ἀργυρίου
δραχμὰς ἑκατὸν ἑξήκοντα ὀκτὼ ,
λοιπὰς ὀφειλομένας μοι ὑπὸ σοῦ ἀφʼ ὧν
ἐδάνεισά σοι κατὰ χειρόγραφον διὰ τῆς
αὐτῆς τραπέζης τῷ Ἀθὺρ μηνὶ τοῦ
δευτέρου καὶ εἰκοστοῦ ἔτους θεοῦ Ἁδριανοῦ,
ὃ ἔστι πρῶτον ἔτος Ἀντωνίνου Καίσαρος
τοῦ κυρίου, ἀργυρίου δραχμῶν ἑπτακοσίων
κεφαλαίου ἐν καταβολῇ μηνῶν πεντήκοντα ἀπὸ μηνὸς Ἁδριανοῦ τοῦ αὐτοῦ
ἔτους, ὡς τοῦ μηνὸς δραχμῶν δέκα πέντε ,
μεθʼ ἃς ἀπὸ τῶν αὐτῶν δραχμῶν ἑπτακοσίων παρέσχον παρὰ σοῦ, καθʼ ἣν ἐξεδόμην σοι διὰ τῆς αὐτῆς τραπέζης ἀποχὴν τῷ Ἀθὺρ
μηνὶ τοῦ διελθόντος τετάρτου ἔτους, δραχμὰς
πεντακοσίας τριάκοντα δύο κ…[…]
[…]αν…[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.