no image
DDbDP-text
Private Account via HGV-meta
Private account of receipts and expenses rendered to a landowner. A private account from Oxyrhynchus kept by a steward or agent for a female landowner, listing money received and spent on purchases, bakeries, donkeys, shipping taxes, tow, alum, wages, clothing and pledges. It mentions a servant Moros, a certain Palladias and his nurse, and wine supplied for the annona, with sums in inflated talents. machine translation
Linked by Trismegistos ID
TM 21803.
Each record below describes this same artifact or text from a different angle.
[ctr]
λόγος ἀργυρίων
ὧν ἔσχον·
εἰς διαγραφὴν συνωνημένων τάλαντα ιε καὶ ἀρτάβας ϛ,
ἄλλα ὁμοίως εἰς διαγραφὴν εἰς τὰ ἀρτοκοπεῖα τάλαντα η καὶ ἀρτάβας γ,
εἰς διαγραφὴν τῶν ὄνων τάλαντα ϛ καὶ ἀρτάβας ι,
εἰς διαγραφὴν πλοίου θαλασσίου τελέσματος τάλαντα θ,
εἰς διαγραφὴν τοῦ σιππίου τάλαντα β,
ἀνηλώθη εἰς ὑπηρεσίαν Παλλαδιᾶτι τάλαντον α,
μισθοῦ δύο δεσμιδίων σοῦ παρόντος τάλαντα β.
ἐγὼ δέδωκα εἰς τὴν ἀννώναν·
ἔσχεν ἡ τροφὸς Παλλαδιᾶτος εἰς ἀνάλωμα ἀργυρίου τάλαντον α,
ἤνοιξα τὸν τόπον τῶν οἰναρίων καὶ προενήνοχα οἴνου κεράμια να,
Μόρῳ ὑπὲρ δαπάνης ποταμιτῶν τάλαντα δ,
ὑπὲρ στυπτηρίας τάλαντα κ, δραχμὰς Βσ
ὑπὲρ μισθοῦ δεσμιδίου Ἀνχίσᾳ τάλαντον α,
τιμῆς σολίου Νόννας δραχμὰς Ασ,
καὶ σοὶ τῇ γεούχῳ ἀπέστειλα εἰς Ἀλεξάνδρειαν τάλαντα η,
καὶ ὑπὲρ ἐνεχύρων τάλαντα ρπ,
καὶ τόκου διμήνου …[…]θε… ὑπὲρ ἐξαργυρισμοῦ τάλαντα ι.
Φαμενὼθ β Μόρῳ οἰκέτῃ ὑπὲρ ἀναλώματος διʼ Ἀπίας τάλαντα σν,
Ταπιλοῦτος
τιμῆς ἀσήμου ὑπὲρ ὀνόματος Ἀπίας τάλαντα ξ,
ἑξαμήνου ἀρτοκόπων τάλαντα μθ,
χλαμύδος καὶ στιχαρίου τάλαντα ιζ.
Φαμενὼθ β ἔσχεν Μῶρος τάλαντα ξδ.
ἀνάγκης γεναμένης ἔπεμψα Μῶρον
εἰς κώμην καὶ ἔλαβεν ἀπὸ τῶν σιτολόγων ἀργυρίου τάλαντα μϛ.
ἀφʼ ἧς ἀπεδημήσας ἠγόρασα σιππίου λίτρας ε
τῆς καθʼ ἑκάστης λίτρας μιᾶς ἀργυρίου τάλαντον α δραχμῶν Β.
εἰς τὰς διαγραφὰς μη[…]…τηκων ἀργύριον δέδωκα τὸ χερρίψιστον καὶ τὸ κο…χ…[…] ἐπʼ ἐνεχύρου ἀργυρίου τάλαντα ρν.
[msup]
καὶ ὅτε ὑπῆγες εἰς Ἀλεξάνδρειαν ἀφῆκάς μοι σιππίου ἀνήστου λίτρας γ 𐅵,
ἐπράθη οἴνου κεράμιον α τῆς ἀννώνας ταλάντων β δραχμῶν Β,
ἠγοράσθη σιππίου λίτρα α 𐅵.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.