no image
DDbDP-text
Agreement to supply Wine via HGV-meta
Agreement by estate cultivators to supply wine to Flavius Apion. A written undertaking by eight registered cultivators of the hamlet of Leon, led by the steward Phoibammon, to the great landowner Flavius Apion. They jointly promise to deliver 3,000 jars of wine from his vineyards at the coming vintage, plus arrears of the current year, to his cellar, at Oxyrhynchus in AD 577. machine translation
Linked by Trismegistos ID
TM 22031.
Each record below describes this same artifact or text from a different angle.
[r]
† βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου
εὐεργέτου Φλαουίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ιβ,
ὑπατείας τῆς αὐτῶν γαληνότητος τὸ β καὶ Φλαουίου Τιβερίου τοῦ καὶ Νέου
Κωνσταντίνου τοῦ εὐτυχεστάτου ἡμῶν Καίσαρος, Παχὼν κβ ἰνδικτίονος ι.
Φλαουίῳ Ἀπίωνι τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων
ὀρδιναρίων καὶ πατρικίῳ γεουχοῦντι καὶ ἐνταῦθα τῇ Νέᾳ Ἰουστίνου
πόλει διὰ Μηνᾶ οἰκέτου ἐπερωτῶντος καὶ προσπορίζοντος
τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχὴν
Αὐρήλιοι Φοιβάμμων φροντιστὴς υἱὸς Πραοῦτος καὶ Φὶβ υἱὸς Παπνουθίου
καὶ Ἀβραάμιος υἱὸς Φιλίππου καὶ Μακάρις υἱὸς Ἀνοῦπ καὶ Φοιβάμμων
υἱὸς Παπῶε καὶ Παπνούθιος υἱὸς Ἀνοῦπ καὶ Ἀβραάμιος υἱὸς Παπνουθίου
καὶ Παῦλος υἱὸς Ὥρου, οἱ πάντες ὁρμώμενοι ἀπὸ ἐποικίου
Λέοντος διαφέροντος τῇ ὑμῶν ὑπερφυείᾳ ἐναπόγραφοι αὐτῆς γεωργοὶ
χαίρειν. ὁμολογοῦμεν διὰ ταύτης ἡμῶν τῆς ἐγγράφου ἀσφαλείας
ἑτοίμως ἔχειν ἐνεχόμενοι ὑπὲρ ἀλλήλων διδόναι τῇ ὑμῶν
ὑπερφυείᾳ εἰς λόγον τῆς γεουχικῆς αὐτῆς ῥύσεως τῶν γεουχικῶν
ἀμπέλων τοῦ ἡμῶν κτήματος ἐν τῇ τρύγῃ τοῦ Μεσορὴ μηνὸς τῆς παρούσης
δεκάτης ἰνδικτίονος οἴνου ῥύσεως τῆς σὺν θεῷ ἑνδεκάτης ἐπινεμήσεως
οἴνου γεουχικὰ σηκώματα ὀκτάξεστα τρισχίλια σὺν τῇ λοιπάδι τοῦ
ἐκλόγου τῆς παρούσης δεκάτης ἰνδικτίονος, γίνεται οἴνου ὀκτάξεστα γεουχικὰ σηκώματα Γ, καὶ ταῦτα
ὁμολογοῦμεν ἀποκαταστῆσαι ἕως τοῦ καταγαίου εἰς πλῆρες ἀμειώτως.
εἰ δὲ τοῦτο μὴ ποιήσομεν, ὁμολογοῦμεν δοῦναι ὑπὲρ ἑκάστου κνιδίου
[…]…[…] κινδύνῳ τῶν ἡμῖν ὑπαρχόντων. κύριον τὸ γραμμάτιον ἁπλοῦν γραφὲν καὶ
ἐπερωτηθέντες ὡμολογήσαμεν. τὸ κοινὸν τῶν προγεγραμμένων ὀνομάτων στοιχεῖ
[…]μιτ…[…]…[…]η…[…]ς ὡς πρόκειται. Ἰωάννης
[…]…[…]
[v]
† γραμμάτιον τῶν ἀπὸ τοῦ κτήματος Λέοντος οἴνου εὐαρέστου γεουχικῶν σηκωμάτων Γ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.