no image
DDbDP-text
Sale of Wine via HGV-meta
Advance sale of wine by an estate worker to the landowner Flavius Ioannes. A contract of sale with advance payment: Aurelius Panechotes, a registered estate worker from the hamlet of Hipponamou, acknowledges receiving from the landowner and councillor Flavius Ioannes the price of 63 measures of wine, to be delivered from the next vintage in Mesore. Written at Oxyrhynchus on 27 February 492. machine translation
Linked by Trismegistos ID
TM 15659.
Each record below describes this same artifact or text from a different angle.
[r]
† μετὰ τὴν ὑπατείαν Φλαουίου Λογγίνου τοῦ λαμπροτάτου τὸ β
Φαμενὼθ β ἰνδικτίονος ιε ἐν Ὀξυρύγχων.
ΦλαουίῳἸωάννῃ τῷ αἰδεσίμῳ πολιτευομένῳ
υἱῷ τοῦ τῆς εὐλαβοῦς μνήμης Μαρτυρίου
γεουχοῦντι ἐνταῦθα τῇ Ὀξυρυγχιτῶν Αὐρήλιος
Πανεχώτης υἱὸς Μουσῆτος μητρὸς Ἄννας
ἀπὸ ἐποικίου Ἱππονάμου κτήματος τῆς
σῆς εὐγενείας τοῦ αὐτοῦ νομοῦ ἐναπόγραφος
χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ ἐντεῦθεν
τὴν πρὸς ἀλλήλους συμπεφωνημένην
καὶ ἀρέσασάν μοι τιμὴν πλήρης οἴνου σηκωμάτων τῷ γεουχικῷ σηκώματι ἑξήκοντα
τριῶν, γίνεται οἴνου σηκώματα ξγ, ὅνπερ οἶνον παρὰ ληνὸν
ἀπὸ γλεύκους ἀδόλου σου παρέχοντος τὰ
κοῦφα ἐπάναγκες ἀποδώσω τῇ σῇ εὐγενείᾳ
ἐν τῷ Μεσορὴ μηνὶ τοῦ ἐνεστῶτος ἔτους ρξη ρλζ
ἐκ ῥύσεως οἴνου τῆς σὺν θεῷ πρώτης
ἰνδικτίονος ἀνυπερθέτως, γιγνομένης σοι
τῆς εἰσπράξεως παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων
μοι πάντων. κύριον τὸ γραμματεῖον ἁπλοῦν
γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα Αὐρήλιος
Πανεχώσιος υἱὸς Μουσῆτος ὁ προκείμενος
ἔσχον τὴν τιμὴν πλήρης οἴνου σηκωμάτων
ἑξήκοντα τριῶν καὶ ἀποδώσω ἐν τῇ προθεσμίᾳ καὶ συμφωνεῖ μοι πάντα ὡς πρόκειται. Αὐρήλιος
Παπνούθιος Φοιβάμμωνος ἀξιωθεὶς ἔγραψα
ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.
☧ διʼ ἐμοῦ …εου…
[v]
γραμματεῖον Πανεχώτου υἱοῦ Μουσῆτος ἀπὸ
ἐποικίου Ἱππονάμου οἴνου σηκωμάτων ξγ †Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.