no image
DDbDP-text
Census Return via HGV-meta
Census return of Thermoutharion daughter of Thoonis. A census return submitted to the district officials of Oxyrhynchus by Thermoutharion daughter of Thoonis, acting with her guardian Apollonios son of Sotades, listing the residents of her house. It ends with her oath by the emperor Claudius that no other persons live there, dated in the autumn of AD 48. machine translation
Linked by Trismegistos ID
TM 20525.
Each record below describes this same artifact or text from a different angle.
Δωρίωνι στρατηγῶι καὶἈπολλωνίῳ
βασιλικῷ γραμματεῖ καὶ Διδύμωι καὶἈπολλωνίωι
τοπογραμματεῦσι καὶ κωμογραμματεῦσι παρὰ Θερμουθαρίου τῆς Θοώνιος μετὰ κυρίου
Ἀπολλωνίου τοῦ Σωτάδου. εἴσιν
οἱ καταγεινόμενοι ἐν τῇ ὑπαρχούσῃ μοι οἰκίᾳ λαύρας νότου […]
[… ? lines lost …]
Θερμουθάριον ἀπελευθέρα τοῦ προγεγραμμένου Σωτάδου ὡς ἐτῶν ξε,
μέση μελίχρως μακροπρόσωπος οὐλὴ γόνατι δεξιῶι,
γίνονται γυναῖκες β .
Θερμουθάριον ἡ προγεγραμμένη μετὰ
κυρίου τοῦ αὐτοῦ Ἀπολλωνίου ὀμνύω
Τιβέριον Κλαύδιον Καίσαρα Σεβαστὸν
Γερμανικὸν Αὐτοκράτορα ἦ μὴν
ἐξ ὑγιοῦς καὶ ἐπʼ ἀληθείας ἐπιδεδωκέναι τὴν προκειμένην ἀπογραφὴν τῶν παρʼ ἐμοὶ οἰκούντων,
καὶ μηδένα ἕτερον οἰκεῖν παρʼ ἐμοὶ
μήτε ἐπίξενον μήτε Ἀλεξανδρέα
μηδὲ ἀπελεύθερον μήτε Ῥωμαῖον
μηδὲ Αἰγύπτιονἔξω τῶν προγεγραμμένων. εὐορκούσῃ μέν μοι
εὖ εἴη,ἐπιορκούσῃ δὲ τὰ ἐναντία.
ἔτους ἐνάτου Τιβερίου Κλαυδίου
Καίσαρος Σεβαστοῦ Γερμανικοῦ
Αὐτοκράτορος, Φαῶφι […].Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.