no image
DDbDP-text
Sale of Catoecic Land via HGV-meta
Linked by Trismegistos ID
TM 28357.
Each record below describes this same artifact or text from a different angle.
ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος[…]
ιγ, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος.
ὁμολογεῖ Ἀφροδιτοῦς ἡ καὶ Δημαροῦς ἀπελευθέρα Ἐπικράτους
Ἐπικράτους τοῦ Ἡρακλείδου ἀπὸ Ὀξυρύγχων πόλεως καὶ θέσει θυγάτηρ
Ἐπικράτους καὶ τῆς τούτου γυναικὸς Θαισοῦτος τῆς καὶ Θαήσιος Ἡρακλείδου
μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Ἀδράστου[…]μητρὸς
Εὐδαιμονίδος ἀπὸ Φιλονίκου τοῦ[…]Φλαουίῳ Ἀπίωνι
καὶ ὡς χρηματίζει ἐν ἀγυιᾶι παρακεχωρηκέναιαὐτῷ ἀκολούθως τοῖς ᾠκονομημένοις διὰ τῶν ἐκ τοῦ ἱππικοῦ ἀφʼ οὗ ἐπιδέδωκεν[…]τῷ πρὸς
τοῖς καταλοχισμοῖς ὑπομνήματος τὰς ὑπαρχούσας αὐτῇ περὶ Ψῶβθιν τῆς
ἀπηλιώτου τοπαρχίας ἐκ τοῦ Πτολεμαίου τοῦ Θεοδότου τοῦ[…]Ἀρτέμωνος
προσθέματος κατοικικῆς γῆς ἀρούρας ἕξ δίμοιρονὧναἱ γειτνίαιδιὰ
τῶν περὶ αὐτῶν προκτήσεων οἰκονομιῶν δηλοῦνται τὴν ὑπαρ[…]
τῷ Φλαυίῳ Ἀπίωνι καὶ ἐκγόνοις καὶ τοῖς παρʼ αὐτοῦ παραλημψομένοις
τὰςπαραχωρουμένας ἀρούρας ἓξ δίμοιρον σὺν τοῖς ἄλλοις τιμίοις καὶ φιλανθρώποις κυρίως τὸν πάντα χρόνον ἀκολούθως τοῖς περὶ τούτων
προαναγραφομένοις καὶ ἐπεσταλμένοις, ἀνθʼ οὗ ἀπέσχεν ἡ αὐτὴ Ἀφροδιτοῦς παρὰ τοῦ Φλαυίου Ἀπίωνος παραχωρητικοῦ ἀργυρίου Σεβαστοῦ νομίσματος χιλίων δραχμῶν ἐκ πλήρους μηθὲν παρασυνγραφήσασαν
περὶ τούτου τὴν ὁμολογοῦσαν Ἀφρωδιτοῦν τὴν καὶ Δημαροῦν κατὰ τὴν
ὁμολογίαν ταύτην μηδὲ μέρος τρόπῳ μηδενὶ ἀλλὰ καὶ παντ[…]
[…]παρέξεσθαι τῷ Φλαυίῳ Ἀπίωνι καὶ τοῖς παρʼ αὐτοῦ τὰς παραχωρουμένας
ἀρούρας ἓξδίμοιρον διὰ παντὸς μὲν βεβαίας ἀπὸ πάντων πάσῃ βεβαιώσει
καθαρὰς ἀπὸ πάντων δημοσίων καὶ τῶν ἄλλων τελεσμάτων πάντων ἀπὸ
τῶν ἔνπροσθεν χρόνων μέχρι μηνὸς Καισαρείου ἐπαγομένων πέμπτης
τοῦ διελθόντος δευτέρου ἔτους καὶ αὐτοῦ τοῦ δευτέρου ἔτους διὰ τὸ τὰκαρπεῖα τὰ ἀπὸ τοῦ ἐνεστῶτοςπεριγινόμενα εἶναι τοῦ Φλαυίου Ἀπίωνος,
πρὸς ὃν καὶ ἔσται τὰ ἀπὸ Θὼθ τοῦ ἐνεστῶτος ἔτους δημόσια. ἐὰν δέ τι
τούτων ἡ ὁμολογοῦσα παρασυγγραφῇ ἄκυρον ἔστω καὶ προσαποτινέτω
τῷ Φλαυίῳ Ἀπίωνι ἢ τοῖς παρʼ αὐτοῦ καθʼ ἑκάστην ἔφοδον τό τε βλάβος
καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας,
καὶ μηθὲν ἧσσον. συνευδοκεῖ δὲ
πᾶσι τοῖς προγεγραμμένοις ἡ τῆς Ἀφροδιτοῦτος τῆς καὶ Δημαροῦτος σημαινομένη θέσει μήτηρ Θαισοῦς ἡ καὶ Θαῆσις Ἡρακλείδου τοῦ Ὀλύμπου μητρὸς Ἡρακλείας ἀπὸ τῆς μητροπόλεως τοῦ Ἡρακλεοπολίτου μετὰ κυρίου τοῦ τοῦ προγεγραμμένου καὶ μετηλλαχότος αὐτῆς ἀνδρὸς τῆς δὲ Ἀφροδιτοῦτος τῆς καὶ Δημαροῦτος πατρὸς Ἐπικράτους τοῦ
καὶ Ἀπίωνος ὁμομητρίου ἀδελφοῦ Ἡρακλείδου Ἐπικράτους ἣ καὶ ἐπὶ
τούτοις συνεχώρησεν. κυρία ἡ ὁμολογία. Ἀφροδιτοῦς ἡ καὶ Δημαροῦς
ἀπελευθέρα Ἐπικράτους τοῦ καὶ Ἀπίωνος Ἐπικράτους
καὶ θέσει θυγάτηρ αὐτοῦ καὶ τῆς γυναικὸς αὐτοῦ
Θαήσιος τῆς καὶ Θαισοῦτος τέθειμαι τὴν ὁμολογίαν
καὶ παρακεχώρηκα τῷ αὐτῷ Φλαυίῳ Ἀπίωνι
τὰς ὑπαρχούσας μοι περὶ Ψῶβθιν ἀπηλιώτου
τοπαρχίας ἐκ τοῦ Πτολεμαίου τοῦ Θεοδότου τοῦδ…[…]
Ἀρτέμωνος προσθέματος κατοικικῆς γῆς
ἀρούρας ἓξ δίμοιρον καὶ ἀπέχω τὸ παραχωρητικὸν
ἀργυρίου δραχμὰς χιλίας καὶ βεβαιώσω ἐπὶ
τοῖς προκιμένοις πᾶσι. Ἄδραστος …[…]…[…]
ἐπιγέγραμμαι τῆς γυναικὸς μου κύριος
καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα.
Θαισοῦς ἡ καὶ Θαῆσις Ἡρακλείδου τοῦ Ὀλύμπου
συνευδοκῶ οὖσα τῆς Ἀφροδιτοῦτος
τῆς καὶ Δημαροῦτος θέσει μήτηρ. Ἡρακλείδης Ἐπικράτους ὁ τοῦ Ἐπικράτους πατρὸς ἀδελφὸς ἐπιγέγραμμαι αὐτῆς κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα.
Ἀφροδειτοῦς ὡς ἐτῶν κα ……ι ἄσημος
Ἄδραστος ὡς ἐτῶν λβ ……ι ἄσημος
Ἀπίων ὡς ἐτῶν νε ……ι ἄσημος
Θαισοῦς ὡς ἐτῶν με ……ι οὐλὴ παρὰ ὀφθαλμὸν ἀριστερόν
Ἡρακλείδης ὡς ἐτῶν ξη ……ι οὐλὴ παρὰ δ[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.