no image
DDbDP-text
Christian Letter of Commendation4 via HGV-meta
Linked by Trismegistos ID
TM 32694.
Each record below describes this same artifact or text from a different angle.
[r]
τῶι κυρίῳ μου ἀδελφῶι Σαραπίωνι
Παῦλος εὖ πράττειν
τῶι ἔσοπτρον κτησαμένωι ἢ ἄλλο τι τοιοῦτο ἐν
χειρὶ ἔχοντι ἐν οἷς τὰ πρόσωπα ἐνοπτρίζεται
οὐ χρεία ἐστιν τοῦ λέγοντος ἢ μαρτυροῦντος
περὶ τοῦ αὐτῶι ἐπικειμένου χαρακτῆρος
καὶ τῆς χροίας καὶ τοῦ εἴδους ὅπως ὑπάρχει.
αὐτὸς γὰρ διʼ ἑαυτοῦ μάρτυς γέγονεν καὶ λέγειν δύναται περὶ τῆς ἰδίας ὁμοιώσεως.
καὶ οὐχ ὅτε τις αὐτῷ λέγει ἢ σαφηνίζει περὶ τοῦ κάλλους καὶ τῆς εὐπρεπείας τῆς περὶ αὐτὸν τότε πιστεύει. οὐ γὰρ κατὰ τοὺς ἄλλους ὑπάρχει τοὺς ἐν ἀγνοίαι ὄντας
καὶ τοῦ ἐσόπτρου πόρρω καθεστῶτας τοῦ τὰς πάντων ὁμοιώσεις ἐπιδείξαντος. τὸ αὐτὸ δέ ἐστιν καὶ πρὸς σέ,
ὦ φίλτατε. καὶ γὰρ ὡς διʼ ἐσόπτρου κατεῖδες τὴν πρὸς σέ μου ἔμφυτον
στοργὴν καὶ ἀγάπην τὴν ἀεὶ νέαν.
περὶ δὲ τῶν ἡμετέρων γνωρίμων
τῶν σοι τὰ γράμματα καταφερόντων
οὐ δέον μοι ἐστιν γράψαι … ἐπισταμένῳ τὴν πρὸς πάντας σοῦ φιλίαν
καὶ στοργήν, μάλιστα πρὸς τοὺς ἡμετέρους
ἀδελφούς. προσδέξαι οὖν ἐν ἀγάπῃ
ὡς φίλους, οὐ γὰρ κατηχούμενοί εἰσιν
ἀλλὰ τῶν περὶ Ἰσίωνος καὶ Νικολάου
ἰδίοι τυγχάνουσι, καὶ εἴ τι αὐτοῖς ποιεῖς ἐμοὶ ἐποίησας. πάντες οἱ ἐνθάδε ἀδελφοὶ προσαγορεύουσιν ὑμᾶς. ἀσπάσαι καὶ τοὺς σὺν
σοὶ πάντας ἀδελφοὺς ἐκλεκτούς τε καὶ κατηχουμένους.
ἔρρωσο ὑμᾶς εὔχομαι.
[r,ms]
καὶ εἰ δυνατὸν σοί ἐστιν τοῖς ἄλλοις γράψαι περὶ τούτων μὴ ὀκνήσεις ὅπως προσδέξωνται
κατὰ τόπον
[v]
Παῦλος τῷ ἀδελφῷ […]ιωνιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.