no image
DDbDP-text
Petition to a Prefect via HGV-meta
Linked by Trismegistos ID
TM 16586.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἀριστίωι Ὀπτάτῳ τῷ διασημοτάτωι ἐπάρχῳ τῆς Αἰγύπτου
παρὰ Αὐρηλίας Διδύμης θυγατρὸς Διδύμου ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης
Ὀξυρυγχειτῶν πόλεως· τὸ ὑπὸ ξένων ἀδικεῖσθαι χαλεπόν, ἀλλὰ τὸ ὑπὸ
καὶ συγγενῶν χαλεπώτατον. γεγόνασιν τῷ παντὶ πάππῳ τῷ κατὰ μητέρα Διοσκόρῳ παῖδες τρεῖς , Θέων καὶ Διόσκορος καὶ Πλουτάρχη ἡ ἐμὴ μήτηρ, ἐφʼ οἷς κληρονόμοις τὸν βίον μετήλλαξεν· ἀλλὰ χρόνου μεταξὺ γενομένου τὸ χρεῶν ἀποδέδωκεν ἡ ἐμὴ μήτηρ, ἐμοῦ καταδεοῦς τὴν ἡλικίαν καὶ ἐν ὀρφανίᾳ
καθεστώσης· ἄμεινον δὲ ἐπίστασαι, ἡγεμὼν δέσποτα, ὅτι τὸ γυναικεῖον γένος
εὐκαταφρόνητον πέφυκεν διὰ τὸ περὶ ἡμᾶς τῆς φύσεως ἀσθενές· πάντα
γὰρ τὰ καταλειφθέντα ἑαυτοῖς ἀπὸ τῆς προσπεσούσης κληρονομίας
ἑνὸς ὄντος οἴκου καὶ μιᾶς συγγενείας, ἐπʼ αὐτῆς τῆς οἰκίας ἦν ἐν ᾗ ἐκεῖσε συνδίαιτοι ἦσαν — λέγω δὴ ἀνδραπόδων καὶ οἰκοπέδων καὶ ἐνδομενίας
καὶ κινουμένων ἀδιαιρέτων ὄντων· ἀλλʼ ἐν τῷ μεταξὺ ἐπὶ περιγραφῇ ἐμῇ οἰ ἀδελφοὶ τῆς μητρός μου οἱ ὁμομήτριοι συνδυάζοντες ἀλλήλοις
κενῇ καὶ ματαίᾳ ἀνοίᾳ τὰ λοιπὰ ὡς ἐβουλήθησαν ἐπεκράτησαν ἕκαστος ὧν καὶ ἐβούλετο σωμάτων καὶ τῶν ἄλλων πάντων ἐμὲ παρʼ οὐδὲν ἡγούμενοι ἀλλʼ ὡς ἔστιν εἰπεῖν καὶ ἀπωθούμενοι τῆς κληρονομίας τῆς ἐπιβαλλούσης μοι τοῦ τρίτου μέρους· νῦν γοῦν ἀνασφήλασα, τῆς σῆς ἐπαγρύπνου
τύχης συναραμένης, ἀρχομένη τε ἐμαυτὴν γνωρίζειν οὐδενὶ ἐπανελθεῖν
ἤ σοι τῷ ἐμῷ καὶ πάντων εὐεργέτῃ καὶ κηδεμόνι ἔσπευσα δεηθῆναί σου ὅπως νοήσας με στερουμένην κελεύσῃς ὁπότε ἄν σοι δοκῇ ἐπαναγκασθῆναι τοὺς
πρὸς μητρός μου θείους τὰ ἐπιβάλλοντά μοι μέρη ἀπὸ διαδοχῆς τῆς μητρὸς
εἰς ἐμὲ καταντήσαντα ἀποκατάστησαί μοι μετὰ καὶ τῶν ἐκ τότε μέχρι νῦν διαφόρων τῶν ἀνδραπόδων καὶ ἐνοικίων καὶ τῶν λοιπῶν πάντων καὶ ἐκ σῆς πίστεως καὶ καλοκαγαθίας τὰ μητρῷα ἀπολαβοῦσα διὰ παντὸς τῇ τύχῃ σου χάριτας
ὁμολογήσω· διευτύχει·
Αὐρηλία Διδύμη διεπεμψάμην πρὸς ἐπίδοσιν.
Αὐρήλιος Θῶνεις ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα.
[v]
επικεφαλε…·Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.