no image
DDbDP-text
Letter of Ilarion via HGV-meta
Linked by Trismegistos ID
TM 20442.
Each record below describes this same artifact or text from a different angle.
[r]
Ἱλαρίων Ἄλιτι τῆι ἀδελφῇ πλεῖστα χαίρειν καὶ Βεροῦτι τῇ κυρίᾳ μου καὶ Ἀπολλωναρίῳ. γίνωσκε ὡς ἔτι καὶ νῦν ἐν Ἀλεξανδρείᾳ ἔσμεν· μὴ ἀγωνιᾷς ἐὰν ὅλως εἰσπορεύωνται, ἐγὼ ἐν Ἀλεξανδρείᾳ μενῶ.
ἐρωτῶ σε καὶ παρακαλῶ σε ἐπιμελήθητι τῷ παιδίῳ καὶ ἐὰν εὐθὺς ὀψώνιον λάβωμεν ἀποστελῶ σοι ἄνω. ἐὰν
πολλὰ πολλῶν τέκῃς ἐὰν ἦν ἄρσενον ἄφες, ἐὰν ἦν θήλεα ἔκβαλε.
εἴρηκας δὲ Ἀφροδισιάδι ὅτι μή με
ἐπιλάθῃς· πῶς δύναμαί σε ἐπιλαθεῖν; ἐρωτῶ σε οὖν ἵνα μὴ ἀγωνιάσῃς.
ἔτους κθ Καίσαρος Παῦνι κγ.
[v]
Ἱλαρίων Ἄλιτι ἀπόδος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.