no image
DDbDP-text
Proceedings via HGV-meta
Proceedings concerning a disputed house and an arbitration. Minutes of legal proceedings from Oxyrhynchus, around AD 326, concerning a dispute over a house from which a girl had allegedly been expelled, referring to an order of the prefect Flavius Laetus. A second session before the arbitrator Asklepiades, a councillor, records the advocate Ammonios asking him to note the opponents' failure to appear. machine translation
Linked by Trismegistos ID
TM 15273.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
………αι……[…]
στεγανόμια παρεσχηκότων τῇ παιδὶ ὁ μὲν Ἱέραξ διεβεβαιώσατο
ἐπὶ χρόνον ᾠκηκέναι, στεγανόμια δὲ παρεσχηκέναι
Θαήσει τινί· ὁ δὲ Θώνιος ἐν τάξει κηδεμόνος φαίνεται ἑστηκώς.
Ἀμμώνιος ῥήτωρ εἶπεν· ἡμεῖς ἐπριάμεθα τὸ οἰκόπεδον· δειξάτω βίαν.
ἀλλʼ
οὐδὲν ἐδείχθη ὧν ἐδίδαξαν τὸ μεγαλεῖον τοῦ κυρίου μου διασημοτάτου ἐπάρχου τῆς Αἰγύπτου.
…[…]…[…] εἶπεν· ἐπειδὴ προσέταξεν ὁ κύριός μου διασημότατος ἔπαρχος
τῆς Αἰγύπτου Φλάουιος Λαῖτος εἰ εὑρεθείη ἡ παῖς ἐκ συμφώνου
ἐκβληθεῖσα τῆς οἰκίας ταύτης εἰσάξαι εἰς τὴν νομὴν, ἐπεὶ τ……
τουτ[…]…[…]… προγενομενο[…]καὶ ἕτερά τινα δίκαι περὶ δεσποτείας
ἀμφότερα μέρη κατέθετο, ἔτι τῶν χρόνων ἐνδιδόντων δύνασθε
α…τω[…] ἀναδιδάξαι καὶ ὅρου τυχεῖν
.
τῇ αὐτῇ ἡμέρᾳ, πρὸς τῷ Ἁδριανείῳ. ἐπὶ παρόντος Παύλου προσθυραίου,
ἐπὶ Ἀσκληπιάδου Διονυσοδώρου βουλευτοῦ διαιτητοῦ.
Ἀμμώνιος ῥήτωρ εἶπεν· Ὡριγένης πρὸς ἀντιδίκους Ἀρτεμιδώραν καὶ κληρονόμους Ε…[…]…ου. ὡς μὲν διαιτητὴς εἶ ἡμῖν αἱρουμένοις καὶ τοῖς ἀντιδίκοις
τοῦτο οὐ μόνον διδάσκει ὁ παρὼν λόγος ἀλλὰ καὶ τὰ ἐπιστάλματα τοῦ ἀξιολογωτάτου πρυτάνεως πε…[…]… ἐπειδὴ δὲ ἀπʼ ἐκείνης τῆς ἡμέρας
καθʼ ἣν ἐπεστάλης σήμερον χρόνοι πληροῦνται, διὰ τοῦτο πάρεσμεν
ἀξιοῦντες ἐπισημήνασθαι μὲν τὴν ἀπόλειψιν τὴν τῶν ἀντιδίκων,
συνχωρῆσαι δὲ ἡμῖν τὰ αἴτια τῆς ὑποθέσεως εἰπεῖν. ὁ διαιτητὴς εἶπεν· δεῖξον πότε ἐπεστάλην διαιτητὴς γενέσθαι ὑμῶν.
Ἀμμώνιος ῥήτωρ εἶπεν· κατὰ τὴν κγ τοῦ Χοιὰκ μηνὸς ἐπεστάλης
[…]…[…]…[…]η…σε[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.