no image
DDbDP-text
Public physician's report on the injuries of a guard. A medical report by Aurelius Sarapion, public physician of Oxyrhynchus, to the logistes Valerius Ammonianus alias Gerontius. Sent at the request of Valerius Nundinarius, he inspected a guard named Mouis at a farmstead and lists his many head and body wounds, in February 316. machine translation
Linked by Trismegistos ID
TM 23663.
Each record below describes this same artifact or text from a different angle.
[column 1]
ρϛ
Οὐαλερίῳ Ἀμμωνιανῷ τῷ καὶ Γεροντίῳ λογιστῇ Ὀξυρυγχίτου
παρὰ Αὐρηλίου Σαραπίωνος Ἡροδότου ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως δημοσίου ἰατροῦ.
ἐπεστάλην τῇ χθὲς ἡμέρᾳ, ἥτις ἦν Μεχεὶρ κϛ, ἐκ βιβλιδίων ἐπιδοθέντων σοι ὑπὸ Οὐαλερίου Νουνδιναρίου
[…]… ὥστε γενέσθαι ἐν ἐποικίῳ αὐτοῦ Π…[…]ειω καὶ ἐπιδεῖν τὴν περὶ τοῦ πληγέντος[…]…του καὶ […] φύλακος Μουεῖτος διάθεσιν καὶ ἐγγράφως σοι προσφωνῆσαι. ὅθεν ἐν τῷ ἐποικίῳ γενόμενος ἐπεῖδον τὸν αὐτὸν Μουεῖν κλινήρη ὄντα ἔχοντα κατὰ μὲν τοῦ βρέγματος διαίρεσιν μετὰ ψιλώσεως
τοῦ ὀστέου καὶ κατὰ τῆς κορυφῆς τραύματα δύο μετὰ ψιλώσεως τοῦ ὀστέου καὶ κάτωθεν τούτων τραύματα
[…]ἐπὶ τοῦ δεξιοῦ μέρους τῆς κεφαλῆς καὶ κατὰ τοῦ ἀριστεροῦ κροτάφου[…]… οἰδήματος καὶ κατὰ τῶν …[…]
τοῦ ἀριστεροῦ ὠτίου οἴδημα μετὰ πελιώματος καὶ κατὰ τῆς δεξιᾶς ὠμοπλάτης καὶ τοῦ ὤμου οἴδημα μετὰ πελιώματος
καὶ κατὰ τῆς δεξιᾶς χειρὸς κατὰ τοῦ μεγίστου δακτύλων πλῆγμα μετʼ οἰδήματος καὶ κατὰ τοῦ βραχίονος τῆς δεξιᾶς
χειρὸς οἴδημα μετὰ πελιώματος καὶ κατὰ τοῦ ἀριστεροῦ μηροῦ τρῶσιν[…]…[…]…ως καὶ τοῦ γονατίου ἄνωθεν τρῶσιν
καὶ ἐπὶ τοῦ δεξιοῦ μηροῦ τρώσεις δύο πέρας εἰς πέρας καὶ κατὰ πάσης τῆς ἀριστερᾶς πλευρᾶς τρῶσιν· ὅθεν προσφωνῶ.
ἔτους ι καὶ η τῶν κυρίων …[…]… ἡμῶν Κωνσταντίνου καὶ Λικινίου Σεβαστῶν, ἐπὶ ὑπατείας
Καικινίου Σαβείνου καὶ Οὐεττίου Ῥουφίνου τῶν λαμπροτάτων Μεχεὶρ κζ.
Αὐρήλιος Σαραπίων ἐπιδέδωκα προσφωνῶν ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.